Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.916
Not analysed yet
λοιπὸν τοῖς ἠσεβηκόσι. Οὐκοῦν, οἱ ἐν τάξει πατέρων κείμενοι, φησὶ, καί τοι λαχόντες ἄρχειν ὑμῶν, ἠνόμησαν εἰς ἐμέ. Τὸ δὲ, εἰς ἐμὲ, λέγων, διαδείκνυσιν ὅτι οὐκ εἰς ἕνα τῶν καθ' ἡμᾶς πέπρακται τὰ παρ' ἐκείνων ἐκτόπως τε καὶ ἀνοσίως πεπλημμελημένα, ἀλλ' εἰς αὐτὴν τὴν δόξαν τοῦ πάντων ἐπέκεινα Θεοῦ. Οἷόν τί φημι· ὅταν μὲν γάρ τις ἀδικήσῃ τινὰς τῶν πέλας, ἢ πλεονεξίᾳ καὶ ὕβρει περιβαλὼν, ἤγουν καθ' ἕτερόν τινα τρόπον, πλημμελεῖ μὲν, πλὴν εἰς ἄνθρωπον ὁμοφυᾶ, καὶ οὔτι που πρὸς Θεόν. Ὁ δέ γε τὴν ὑπ' αὐτῷ λατρείαν διωθούμενος, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἑαυτὸν ὑποθεὶς καὶ προσκυνήσας αὐτοῖς, ἀνταίρει κατὰ Θεοῦ, καὶ τό γε ἧκον εἰς αὐτὸν τῶν τῆς θεότητος αὐτὸν ἐξίστησι θώκων, καὶ ἀποσαλεύειν πειρᾶται τῆς αὐτῷ καὶ μόνῳ πρεπούσης ὑπεροχῆς τε καὶ δόξης. Πεπράχασι δὲ τοῦτο κατὰ καιροὺς οἱ ἐξ Ἰσραήλ. Λελατρεύκασι μὲν γὰρ εἰδώλοις, καὶ δὴ καὶ ἐῤῤῶσθαι φράσαντες τοῖς ἱεροῖς θεσπίσμασι, σκληρὸν καὶ ἀγέρωχον ἀνατείνειν ἤθελον τῷ Θεῷ τὸν αὐχένα. Αἰτιᾶται γοῦν αὐτοὺς, καί φησιν· Οἱ ἱερεῖς οὐκ εἶπαν, Ποῦ ἔστι Κύριος; Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ προφῆται ἠσέβουν εἰς ἐμέ. Καὶ πάλιν· Ἵνα τί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσεβήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ. Ἐμίαναν τοίνυν οἱ ἄρχοντες, φησὶ, τὰ ἅγιά μου. Τετολμήκασι γὰρ οὐκ ἐν μόνῃ τῇ Ἱερουσαλὴμ τὰς τῶν δαιμονίων ἐγεῖραι στήλας, ἀλλὰ γὰρ καὶ ἐν αὐτῷ τῷ θείῳ ναῷ τοῦτο πεπραχότες ἀνοσίως ἁλοῖεν ἄν. Ἔφη γοῦν ὁ τῶν ὅλων Θεὸς περὶ τῆς Ἰουδαίων συναγωγῆς· Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; βδέλυγμα λέγων τὸ εἰς τύπον Θεοῦ τετεχνουργημένον ἄγαλμα καὶ εἰκόνα. Μιαίνονται δὲ τὰ ἅγια καὶ καθ' ἕτερον τρόπον, εἰ καταφρονοῖντο πρός τινων τὰ εἰς δόξαν Θεοῦ σεπτῶς καὶ ἁγίως ἐπιτελεῖσθαι προστεταγμένα, καὶ παρ' οὐδὲν ἡγοῖντό τινες τῶν θείων αὐτοῦ νόμον τὴν παράβασιν. Οὐκοῦν ἐπειδήπερ οἱ πατέρες ὑμῶν, φησὶν, ἠνόμησαν εἰς ἐμὲ, ἐμίαναν δὲ καὶ οἱ ἄρχοντες τὰ ἅγιά μου, τοῦτο δέδωκα τοῖς ἐχθροῖς ὥστε ἀπολέσαι τὸν Ἰακὼβ, καὶ ὀνείδεσι τοῖς ἐπὶ τούτων περιβέβληκα τὸν Ἰσραήλ. Νῦν δὲ ἄκουσον. παῖς μου Ἰακὼβ, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην. Διαμνημονεύσας τῶν πρώτων, καὶ τὰς αἰτίας εὖ μάλα διειρηκὼς, ἐφ' οἷς δέδοται πρὸς ἀπώλειάν τε καὶ ὀνειδισμὸν ὁ ἀποστάτης Ἰσραήλ· πάλιν αὐτοῖς ἀμνησικακίαν ἐπαγγέλλεται, καὶ ἀνακαινίζειν βούλεται πρὸς ὁλοτελῆ καὶ ἀμώμητον εὐπείθειαν αὐτούς. Παρεὶς δὲ ὥσπερ τὸν τῆς ἀμαθίας καιρὸν, καθ' ὃν ὁ φιλόθεος γεγονὼς, ὁ νόμον ἔχων πεφώραται, πάλιν ἕτερον αὐτοῖς ὁρίζει καιρὸν, τὸν Νῦν λέγων· ἐοικέναι τούτῳ φημὶ τὸ, «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.» Κατὰ μὲν γὰρ τὸν ἤδη παρῳχηκότα καιρὸν, φησὶ, πλείστη τε ὅση κατὰ σοῦ γέγονε καὶ δικαία που πάντως ἡ καταβοή· σεαυτὸν γὰρ καθῆκας εἰς ἀπόστασιν, προσκέκρουκας