Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.917
Not analysed yet
οὐ μετρίως παρωθούμενος τὸν παιδαγωγοῦντα νόμον, τραπόμενος δὲ πρὸς ἃ μὴ θέμις, καὶ τοῖς τῆς ἀπειθείας ἐγκλήμασι σεαυτὸν ἐνιείς. Ἀλλ' ἐκεῖνα παρείσθω, φησί. Νῦν ἄκουσον, τοῦτ' ἔστι, Κάθες τὸ φρόνημα τὸ ὑπέροφρυ. Γνῶθι τὸν σεαυτοῦ Δεσπότην· ὕπελθε τὸν τῆς εὐπειθείας ζυγὸν, ἐννοήσας ὅτι παῖς ὠνομάσθης ἐμός. Ἐποιησάμην δέ σε καὶ ἀπόλεκτον ἐκ πάντων, δηλονότι τῶν ἐθνῶν τῶν ὄντων ἐπὶ τῆς γῆς. Ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Ἐγενήθη λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Ἐντρέπει δὴ οὖν, καὶ οἷον ἐλέγχει παρανομήσαντας καὶ προσκρούσαντας οὐ μετρίως τοὺς ἐν τάξει τέκνων γεγονότας αὐτῷ, καὶ ἐν τῇ τῶν ἀπολέκτων μοίρᾳ κειμένους. ΛΟΓΟΣ Βʹ. Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας, Ἔτι βοηθήσῃ. Ἐγκαλέσας τοῖς ἐξ Ἰσραὴλ τὴν ἀπόστασιν, καὶ τὸ ἀποφοιτῆσαι μὲν τῆς πρὸς αὐτὸν ἀγάπης, ἑαυτοὺς δὲ προσνεῖμαι τοῖς οὐκ οὖσι θεοῖς· ἔφη γὰρ, ὅτι Οἱ πατέρες ὑμῶν, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμὲ, καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου· οἰκονομικώτατα λίαν καὶ ταῦτα ἐπιφέρει· οὐκ ἐᾷ γὰρ ἀπενεχθῆναι πρὸς ἀπόστασιν, ἤτ' οὖν ἀπόγνωσιν, οὔτε μὴν τῆς εἰς αὐτὸν ἐλπίδος εἰσάπαν ἀπολισθεῖν. Ἡμερότητα δὲ πάλιν αὐτοῖς ἐπαγγέλλεται, καὶ διὰ τῆς συνήθους ἀνακτᾶται φιλανθρωπίας, καὶ ἀνακομίζει πρὸς μετάγνωσιν. Καὶ δίδωσιν ἐννοεῖν, ὅτι μὴ εἰσάπαν ἀπεστράφη τοὺς ἡμαρτηκότας, οὔτε μὴν ὁλόῤῥιζος ὁ Ἰσραὴλ ἀπολεῖται, κατοικτείροντος αὐτοῦ, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσι τὴν τῆς σωτηρίας ὁδὸν εὖ μάλα καταλεαίνοντος· ἑαυτὸν δὲ λέγων Κύριόν τε καὶ Θεὸν, ποιήσαντα καὶ πλάσαντα ἐκ κοιλίας, ὑπεμφαίνειν ἔοικεν, ὅτι καὶ πεπλάνηται τὸ τῆς θεότητος ὄνομα περιθεὶς ἑτέροις, καὶ τὴν τῆς κυριότητος δόξαν ἀνάψας ἀβούλως τοῖς οὐκ οὖσι θεοῖς. Ὅτι δὲ καὶ οὐκ ἔγνω τὸν Ποιητὴν, καὶ τὸν παρενεγκόντα πρὸς ὕπαρξιν οὐκ ὄντα ποτὲ τὸν ἐπὶ τῆς γῆς ἄνθρωπον, ὑπεμφαίνει πάλιν, πλάστην τε καὶ ποιητὴν ἑαυτὸν εἶναι διαβεβαιούμενος, καὶ οἷον ἀχαριστίας γραφόμενος τοὺς τῆς εἰς αὐτὸν ἀγάπης ἀποπηδήσαντας. Καὶ γάρ ἐστι τῶν ἀτόπων, τοῖς μὲν κατὰ σάρκα γονεῦσι τὰς ἀνωτάτω τιμὰς προσφέρεσθαι παρ' ἡμῶν, νόμου τοῦ θείου καὶ τοῦτο βραβεύοντος, τὸν δέ γε τῶν ὅλων γενεσιουργὸν, μὴ οὐχὶ δὴ μᾶλλον ἐκείνων ταῖς αὐτῷ πρεπούσαις εὐφημίαις καταγεραίρεσθαι καὶ τιμᾶσθαι πρὸς ἡμῶν διὰ τῆς εἰσάπαν ὑποταγῆς. Τοιοῦτόν τί φησι καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Υἱὸς δοξάζει τὸν πατέρα, καὶ δοῦλος τὸν αὐτοῦ κύριον. Καὶ εἰ πατήρ εἰμι ἐγὼ, ποῦ ἔστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγὼ, ποῦ ἔστιν ὁ φόβος μου; λέγει Κύριος παντοκράτωρ.» Ἐν ταυτῷ γάρ ἐστι, καὶ Κύριος μὲν ὡς ὑπὸ ζυγὰ καὶ δουλείαν ὅλην ἔχων τὴν κτίσιν.