Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.920
Not analysed yet
Ἔφη γάρ που πρὸς αὐτὸν ὁ θεσπέσιος Μελῳδὸς, ὅτι «Τὰ σύμπαντα σά.» Πατὴρ δὲ δὴ πάλιν ὡς πλάστης, καὶ ποιητὴς, καὶ εἰς τὸ εἶναι παρενεγκών. Οὐκοῦν καθάπερ ἐν ὀφλήματος τάξει καταθετέον τῷ Θεῷ καὶ τὴν υἱοῖς πρέπουσαν ὑποταγὴν, καὶ τὸν ἁρμόττοντα τοῖς οἰκέταις φόβον. Ὅταν τοίνυν πλάστην τε καὶ ποιητὴν ἑαυτὸν εἶναι λέγει Θεὸς, ἀναφέρει πρὸς ἐννοίας τοῦ χρῆναι τιμᾷν, ὡς καὶ αὐτοῦ τοῦ εἶναι γενόμενον χορηγὸν, καὶ τῆς ὑπάρξεως αἴτιον τοῖς οὐκ οὖσί ποτε. Λέγων δὲ τοῖς ἡμαρτηκόσι τὸ, Ἔτι βοηθήσῃ. δίδωσι θαῤῥεῖν ὅτι καίτοι πολλαῖς καὶ ἀφύκτοις αἰτίαις ἐνειλημμένοις ἡμερότητός τε καὶ φιλανθρωπίας τετήρηται λείψανον. Καὶ ἀπείρξῃ ἂν οὐδὲν τοῦ σώζεσθαι καὶ αὐτοὺς, εἴπερ ἕλοιντο μεταφοιτᾷν ἐπὶ τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ τοῖς παρ' αὐτοῦ συμβαίνοντα νόμοις. Μὴ φοβοῦ, παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην. Ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Οὗτος ἐρεῖ, Τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ. Καὶ ἕτερος ἐπιγράψει, Τοῦ Θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι τοῦ Ἰσραήλ. Ἔοικεν ἐν τούτοις Ἰσραήλ τε καὶ Ἰακὼβ ὀνομάζειν τὸν τῶν ἁγίων ἀποστόλων χορὸν ὡς ἑνὶ προσώπῳ νοούμενον. Ἓν γὰρ πάντες εἰσὶν ἐν Χριστῷ. Ἄθρει γὰρ ὅπως ἠγαπημένον αὐτὸν καὶ ἀπόλεκτον εἶναί φησι, καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς, ὡς οὐκ ἂν πώποτε τοὺς τὴν εἰς αὐτὸν πίστιν ἠθετηκότας ὠνόμασεν ἀγαπητοὺς καὶ ἐξειλεγμένους. Ἐπειδὴ δὲ ἐξ αἵματος ὄντες Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ, σκεύη γεγόνασιν τίμια καὶ ἀπόλεκτα, καὶ κέκληνται πρὸς ἱερουργίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, δεῖν ᾠήθη ταῖς οὕτω λαμπραῖς στεφανῶσαι φωναῖς, ἅτε δὴ καὶ ἐσομένους ὡς φωστῆρας ἐν κόσμῳ, λόγον ἐπέχοντας ζωῆς, καὶ τῆς ὑφ' ἡλίῳ μυσταγωγούς. Μὴ φοβοῦ τοίνυν, φησὶ, τοῦτ' ἔστιν, ἀνδρίζου, καὶ ἴσχυε, τληπαθές τε καὶ νεανικὸν ἔχε τὸ φρόνημα, καὶ τὰς τῶν διωκόντων ἐπαναστάσεις καταγελῶν, βεβαίαν ἔχε τὴν πίστιν ἐπὶ τῷ Θεῷ. Πλεῖστοι γὰρ ὅσοι τοῖς ἱεροῖς διαμάχονται κηρύγμασι, καὶ ἀνταναστήσεται πληθὺς ἀνοσία τοῖς παρ' ὑμῶν ἀντιπράττουσα λόγοις. Ἀλλ' ἔσο δειλίας ἀμείνων, φησὶν, ὄκνου τε καὶ ἀνανδρείας. Ἐγὼ γὰρ δώσω ὕδωρ τοῖς πορευομένοις ἐν ἀνύδρῳ. Ἡδὺ μὲν γὰρ καὶ σωτήριον τοῖς ἐν τῇ διψάδι βαδίζουσι τὸ πηγαῖς ὑδάτων περιτυχεῖν. Τριπόθητόν τε, καὶ ἔτι μᾶλλον εἶναί φαμεν τοῖς κάμνουσι δι' εὐσέβειαν τὸ τοῖς θείοις τε καὶ νοητοῖς κατάρδεσθαι νάμασιν, ἤτοι ταῖς διὰ τοῦ πνεύματος παρακλήσεσι, δι' ὧν ἂν γένοιτο τὸν ἀνθρώπινον νοῦν ἀτονήσαντά πως βραχὺ ἀνηῤῥωθῆναι πρὸς εὐανδρείαν. Ὕδωρ δὲ ἐν τούτοις, ὅπερ ὑπισχνεῖται τοῖς ἐν ἀνύδρῳ πορευομένοις χορηγήσειν Θεὸς, τὸ Πνεῦμά φαμεν εἶναι τὸ ἅγιον. Ἔφη γοῦν αὐτὸς ὁ Σωτὴρ, καθὼς εἶπεν ἡ Γραφή· «Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζωῆς.»