Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.93
Not analysed yet
δὲ χρή τι καὶ πνευματικὸν τοῖς πνευματικοῖς εἰπεῖν, ὅσοι τῶν εἰς νοῦν εἰδώλων ἀνέχονται, καὶ τὰς ἐκ τῶν ἐκτόπων φαντασιῶν ἐννοίας εἰσδέχονται, ἴστωσαν ὅτι νυκτερίδων ἔσονται καλιαὶ, τοῦτ' ἔστι, τῶν ἀκαθάρτων πνευμάτων. «Ἕκαστος γὰρ πειράζεται,» φησὶν, «ὑπὸ τῶν ἰδίων ἐπιθυμιῶν ἐξελκόμενος, καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.» Παραιτητέον οὖν ἄρα τὰς ἀρχὰς τῶν παθῶν, καὶ τὰ εἰς νοῦν εἴδωλα, τὰ διὰ μόνων ἐννοιῶν εἰστρέχοντα παρωσώμεθα, τὸ γεγραμμένον εἰδότες· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ τόπον σου μὴ ἀφῇς· ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.» Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας, καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα, καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄρχοντα, πολεμιστὴν καὶ δικαστήν. Ἀποχρῶσαν ἡμῖν ποιησάμενος τὴν ἀφήγησιν, τὴν ἐπί γε τοῖς ἀρχαιοτέροις αὐτῶν ἐγκλήμασιν, μεθίστησι πάλιν ἐπὶ καιροῦ τὸν λόγον ἐπὶ τὰς τελευταίας αὐτῶν συμφορὰς, δικαίως ὑπομεμενηκόσιν ἐμπαροινήσαντες ἀνοσίως εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Ἐπέταξε γὰρ αὐτοῖς ὁ θυμὸς Κυρίου, καὶ μάλα εἰκότως· ἀνῃρηκότες γὰρ τοὺς προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους, οὐδὲ αὐτὸν δεδυσώπηνται τὸν Υἱὸν, ἐπεπήδησαν δὲ θηριοπρεπῶς, καὶ τὸν ἀρχηγὸν τῆς ζωῆς, τό γε ἧκον εἰς αὐτοὺς, θανάτῳ περιβεβλήκασι, λέγοντες· «Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι.» Πάνδεινα μὲν οὖν ἐστιν αὐτοῖς τὰ τοῦ πολέμου συμβεβηκότα καὶ δεδαπάνηνται πολυτρόπως· τοῦτο μὲν λιμῷ καὶ πολιορκίαις, πυρὶ καὶ σιδήρῳ, τοῦτο δὲ γυναίων τε καὶ παίδων ἀνδραποδισμοῖς. Ὅτι δὲ καὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ χαρισμάτων νενοσήκασι τὴν ἀποβολὴν, καὶ τῶν εἰς νοῦν καὶ ψυχὴν ἀγαθῶν ἐστέρηνται, διδάσκει λέγων· «Ἰδοὺ δὴ ὁ Δεσπότης Σαβαὼθ, ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν.» Καὶ ὁ λόγος τῷ προφήτῃ νῦν οὐ περὶ σωματικῆς ἰσχύος· εὔηθες γὰρ τὸ ὧδε νοεῖν· περὶ νοητῆς δὲ μᾶλλον, καὶ τῆς εἰς νοῦν καὶ καρδίαν, δι' ἧς εἰθίσμεθα κατορθοῦν ἀρετήν. Στρατεύεται μὲν γὰρ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ταῦτα γὰρ ἀντίκειται ἀλλήλοις· πλεῖσται δὲ ὅσαι κοσμικαὶ καὶ ἀκάθαρτοι τὸν ἀνθρώπινον νοῦν διακυκῶσιν ἡδοναὶ, καταφέρουσαι πρὸς ἁμαρτίας. Χρεία τοίνυν ἰσχύος τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ. Περιέσται γὰρ οὕτως τις καὶ μόλις, καὶ στεφανοῦται κρατῶν· ἀφηρῆσθαι δὲ τοῦτό φησιν ἀπὸ τῶν Ἰουδαίων, καὶ αὐτὰ βοήσει τὰ πράγματα. Ποῖος γὰρ ἔτι λόγος ἐστὶ παρ' αὐτοῖς τοῦ κατορθοῦν ἀρετήν; ἢ τίς ὁ εὐδόκιμος καὶ ἀντανίστασθαι μεμελετηκὼς τοῖς πάθεσι τῆς σαρκὸς, ἤγουν ταῖς ἐφόδοις τῶν ἐκτόπων ἡδονῶν; Πρόκειται γὰρ ὥσπερ ἁπάντων ὁ νοῦς ὡς σευτλίον ἡμίεφθον, κατὰ τὴν τοῦ προφήτου φωνήν. Οὐ γὰρ δύναται λέγειν· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ἀφῄρηται δὲ ἀπ' αὐτῶν ἰσχὺς ἄρτου καὶ ἰσχὺς ὕδατος· ἄρτου δὲ πάλιν οὐκ αἰσθητοῦ, ἀλλ' οὐδὲ ὑδάτων τῶν ἐν κατα-