Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.921
Not analysed yet
Διατρανῶν δὲ τῶν εἰρημένων τὴν δύναμιν ὁ πάνσοφος εὐαγγελιστὴς ἐπήνεγκεν εὐθύς· «Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Ζωοποιὸν μὲν γὰρ τὸ ὕδωρ ἐστὶ, καὶ ἀναβιβάζει πρὸς αὔξησιν φυτά τε καὶ χόρτους, ἀπομιμεῖται δέ πως τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν, δι' οὗ τὰ πάντα συνέστηκε πρὸς τὸ εὖ εἶναι διακρατούμενα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἐπίδοσιν ἡ νοητὴ κτίσις καταπλουτεῖ, καὶ οἷον ἀναπηδᾷ πρὸς αὔξησιν ἰοῦσα τὴν πνευματικήν. Ὅτι δὲ τὴν τοῦ ἁγίου Πνεύματος ζωοποιὸν δύναμιν καὶ ἐνέργειαν, τὴν δι' αὐτοῦ παράκλησιν νοητὴν ὑπεμφαίνει τὸ τοῖς δι' ἀνύδρου βαδίζουσιν ἐπαγγέλλεσθαι ὕδωρ σαφηνιεῖ τὸ ἐφεξῆς. Ἐπιθήσω γὰρ, φησὶ, τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Σπέρμα δὲ καὶ τέκνα τῶν ἁγίων ἀποστόλων εἶναί φαμεν τοὺς δι' αὐτῶν κεκλημένους εἰς ἐπίγνωσιν ἀληθείας, καὶ εἰς ἀναγέννησιν τὴν πνευματικὴν, ἢν οὐκ ἐκ σπορᾶς φθαρτῆς τούτους ἀναγεννῶσιν, ἀλλὰ διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος, καὶ δι' αὐτοῦ τοῦ ἁγίου Πνεύματος ἐνεργείας. Ἐπιστέλλει γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι' αὐτοῦ κεκλημένοις, καί φησι· «Κἂν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας.» Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Εὑρήσομεν δὲ πανταχοῦ τέκνα καλοῦντα τοὺς εἰς αὐτὸν δι' αὐτῶν πιστεύσαντας. Ἐπιθήσω τοίνυν, φησὶ, τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Εὐλογίας δέ φαμεν τὰς ἐκ Θεοῦ τοῖς ἁγίοις χορηγουμένας, τῶν πνευματικῶν χαρισμάτων τὸ πολυειδές. ᾯ μὲν γὰρ δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, καὶ τὰ τούτοις ἑπόμενα. Γράφει δέ που καὶ ὁ πάνσοφος Παῦλος, ὅτι «Ἕκαστος ὑμῶν ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ.» Εἶτα ποία τις ἂν γένοιτο τῶν εὐλογιῶν ἡ ὄνησις, διεσάφησε προστιθεὶς, ὅτι Ἀνατελοῦσιν ὡς χόρτος ἀνὰ μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. Πόαι καὶ φυτὰ, ἅπερ ἐν χώροις εἶεν ἀνύδροις, βραδέως μὲν ὅλως ἀνίσχει, ἀνίσχοντα δὲ παραχρῆμα μαραίνεται. Εὐανθῆ δὲ λίαν τὰ οἷσπερ ἂν παρακέοιτο ναμάτων χύσις, καὶ ὑδάτων φορὰ συνέχουσα πρὸς τὸ ζῇν, ἀειθαλὲς δὲ φυτὸν τῆς ἰτέας τὸ χρῆμα, πηγαῖς τε καὶ ποταμοῖς ἀεὶ παραπεφυκός. Ἐκμεμεθυσμένοι δὴ οὖν, φησὶ, τοῖς νοητοῖς νάμασιν οἱ ταῦτα καταπλουτήσαντες, ὁμολογήσουσιν ὅτι μόνον ἴσασιν ἐμὲ, καὶ Θεὸν ἐπιγράψονται τὸν καλέσαντα αὐτούς. Λέγων δὲ, ὄτι οὗτος ἐρεῖ, ὅτι Τοῦ Θεοῦ εἰμὶ, καὶ οὗτος βοήσεται, καὶ ἕτερος ἐπιγράψει, τὴν τῶν ἐπ' αὐτῶν τρεχόντων διὰ πίστεως τῆς ἐν Χριστῷ κατασημαίνει πληθύν. Οὐ γὰρ κεκλήσεται λαὸς, ἅπασα δὲ μᾶλλον τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατά γε τὴν ὑφήλιον, καὶ πάντες ὁμολογήσουσιν, ὅτι γεγόνασι τοῦ Θεοῦ, καὶ αὐτὸν ἐπιγράψονται Σωτῆρα, καὶ Λυτρωτὴν, καὶ χρηματίζουσι λοιπὸν ἐπὶ τῷ ὀνόματι Ἰακὼβ, τοῦτ' ἔστιν, ὅτι σχοίνισμα, καὶ κλῆρός εἰσι τοῦ Θεοῦ. Ἐγενήθη γὰρ, φησὶ, λαὸς Κυρίου μερὶς αὐτοῦ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Καυχώμεθα δὲ οἱ πιστεύσαντες