Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.924
Not analysed yet
ἐπὶ τῷ γενέσθαι Θεοῦ κλῆρος, καὶ μερὶς τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ. Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Τίς ὥσπερ ἐγώ; Στήτω, καὶ καλεσάτω, καὶ ἑτοιμασάτω μοι, ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα. Καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. Μὴ παρακαλύπτεσθε, καὶ ἀπήγγειλα ὑμῖν. Τῆς ἐν Χριστῷ γνώσεως διὰ τῶν ἀρτίως ἡμῖν ἀναγνώσεων ποιησάμενος μνήμην, μεθίστησι τὸν λόγον ἐφ' ἕτερόν τι τῶν ἀναγκαίων. Ἐπειδὴ γὰρ κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ὁ θεσπέσιος προφήτης Ἡσαΐας τοὺς περὶ τῶν τοιούτων ἡμῖν συνετίθει λόγους, βασιλεύοντος παρ' αὐτοῖς θεομισοῦς, καὶ ἐν ἀφορήτοις γέγονεν ὀλισθήμασιν. Ἦν γὰρ ἑκάστῳ τὸ δοκοῦν θεὸς καὶ σέβας· ἀναγκαίαν αὐτοῖς τὴν παραίνεσιν εὐφυεστάτοις ἐλέγχοις ἐγκεκλωσμένην ποιεῖται Θεός· μεθιστὰς μὲν αὐτοὺς τῆς πολυθεΐας, καὶ τῶν ἐν τούτοις ἀῤῥωστημάτων· προσκαλούμενος δὲ διὰ μεταγνώσεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ τῆς αὐτοῦ δόξης, καὶ ἀσυγκρίτου δυνάμεως ἀνακομίζων εἰς ἀνάμνησιν. Ταύτῃ τοι φησίν· Οὕτω λέγει Κύριος ὁ βασιλεὺς τοῦ Ἰσραὴλ, ὁ ῥυσάμενος αὐτὸν Θεὸς Σαβαώθ. Ὅτι γὰρ Θεός ἐστι καὶ τῶν δυνάμεων Κύριος, εἰδέναι βούλεται, καὶ καθάπερ ἐκ μέθης ἀνενεγκόντας ἰδεῖν, ὅτι καὶ τῆς Αἰγυπτίων πλεονεξίας ἐξῄρηνται, θαυματουργοῦντος αὐτοῦ, καὶ τῆς ἐνούσης αὐτῷ δυνάμεως, καὶ ὑπεροχῆς τὸ μέγεθος ἐμφανίζοντος. Τί γὰρ οὐ πέπρακται τῶν τεθαυμασμένων; Ποία δὲ τοῖς πλεονεκτοῦσιν αὐτοὺς οὐκ ἐπηνέχθη πληγή; Ἢ πῶς τῆς ἀφράστου δυνάμεως αὐτοῦ οὐκ ἂν γένοιτο σαφὴς ἀπόδειξις, τὸ διαστῆναι μὲν θάλασσαν, παγῆναι δὲ καὶ ὡσεὶ τεῖχος τὰ ὕδατα, καὶ διὰ μέσων ἰέναι τοὺς φεύγοντας; Τί δὲ δὴ τὰ ἐν τῇ ἐρήμῳ μετὰ τοῦτο θαυματουργήματα; Οὐκ ἄρτον αὐτοῖς ἔδωκε τὸν ἐξ οὐρανοῦ; Οὐ διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ; καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα; οὐ τοῖς Ἰορδάνου νάμασιν οἷά τινα χαλινὸν ἐπιθεὶς, ποδὶ παρεσκεύασε παρελθεῖν; Ἀναγκαίως τοίνυν, οὐχ ἁπλῶς Κύριόν τε καὶ Θεὸν ἐν τούτοις ἑαυτὸν ἀποκαλεῖ· προσεπήγαγε δὲ, ὅτι Καὶ ῥυσάμενος αὐτὸν, εἰς ἀνάμνησιν ἀνακομίζων, ὡς ἔφην, τῶν δι' αὐτὸν παραδόξως τετελεσμένων. Ἴσθι δὴ οὖν, φησὶν, ὅτι Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἦν Θεός. Ἀρχὴ γὰρ τῶν ὅλων Θεὸς, ἄναρχος ὣν αὐτὸς, καὶ παρ' αὐτοῦ πάντα παρήχθη πρὸς γένεσιν· αὐτὸς μὲν οὖν γέγονεν ὑπ' οὐδενὸς, ἀλλ' ἔστιν ὤν τε καὶ ἐσόμενος. Τοῦτο γὰρ ὄνομα αὐτῷ, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς. Οὔτε τοίνυν πρὸ αὐτοῦ Θεὸς ἕτερος ἦν, οὔτε τις ἔσται μετ' αὐτόν. Εἷς γὰρ φύσει Θεὸς, καὶ ἕτερος παρ' αὐτὸν οὐδείς. Χρησιμωτάτη δὲ λίαν ἡ παραίνεσις τοῖς ἀρνησαμένοις αὐτὸν, καὶ ἐκ πολλῆς ἄγαν ἀσυνεσίας ὠλισθηκόσιν εἴς γε τὸ οἴεσθαι θεοὺς εἶναι πολλούς. Ὅτι δὲ κατ' αὐτὸν οὐδεὶς ἤγουν ἕτε-