Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.925
Not analysed yet
ρος ἐπ' αὐτῷ καταλογισθῆναι, διαδείκνυσι λέγων· Τίς ὥσπερ ἐγώ; Ποῖος ἄρα τοῖς παρ' ὑμῶν ὑπονοηθεῖσι θεοῖς, ἤγουν ἀσυνέτως ὠνομασμένοις, κατὰ τὴν ἐμὴν ἔσται δόξαν τε καὶ δύναμιν; Ἐκ ποίας ἄρα μεγαλουργίας θεοὺς αὐτοὺς εἶναι πεπιστεύκατε; Στήτω τις, εἴπερ ἐστὶ κατ' ἐμέ. Ἑτοιμασάτω τις τὸν ἰσόῤῥοπον ἔχοντα φύσιν, ἢ κατ' ἰσχὺν ἢ δόξαν. Καλεσάτωσαν οὓς ἂν ἕλοιντο τῶν ψευδωνύμων θεῶν, ἀφ' οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα. Ἐκτισάμην γὰρ, φησὶν, οὐρανοὺς, καὶ τὰ ἐν αὐτοῖς, ἀναριθμήτων ἁγίων πνευμάτων ἀγέλας προσκυνούσας ἔχων καὶ λατρευούσας ἐμοὶ, πλὴν ἀφ' οὗ πεποίηκα τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ ἐν τοῖς ἐφεξῆς, τοῦτ' ἔστιν, εἰς τὸν αἰῶνα, δειξάτω μοί τις τὸν κατ' ἐμέ. Λέγων δὲ πάλιν τὸ, Ἀφ' οὗ ἐποίησα ἄνθρωπον, ἑαυτὸν μὲν δείκνυσιν ὄντα δημιουργὸν, τοὺς δὲ ψευδωνύμους θεοὺς οὐδὲν ὄντας παντελῶς. Τίνα γὰρ τῶν προσκυνούντων αὐτοὺς εἰς τὸ εἶναι παρήνεγκαν; πλὴν δημιουργὸς ἐγὼ ὑπάρχων γνωρίζομαι, καὶ κτίστης τῶν ὅλων, καὶ ἁπάντων ἔχων τὴν γνῶσιν. Ἐρευνήσατε τοῦτο παρὰ τοῖς παρ' ὑμῶν ῥηθεῖσι θεοῖς, τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. Θεῷ γὰρ κατὰ φύσιν πρέποι ἂν τὸ πᾶσαν ἔχειν τὴν γνῶσιν τῶν τε ἤδη παρῳχηκότων, καὶ τῶν ἐσομένων. Εἰ δὲ οὐδεὶς ἐν τοῖς ψευδωνύμοις θεοῖς τοῦτο λαχὼν εὑρίσκεται, ἀσυμφανὲς, ὅτι οἱ τὴν Θεοῦ γνῶσιν οὐκ ἔχοντες, οὐκ ἂν εἶεν θεοί. Μὴ παρακαλύπτεσθε, ἀντὶ τοῦ, Μὴ σιωπᾶτε, μηδὲ ἀποπροσποιεῖσθε. Οὐκ ἀπαρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; Ὡς γὰρ ὑπάρχων φύσει Θεὸς, καὶ πάντα εἰδὼς τὰ ἐσόμενα, καὶ τὰ ἤδη προγεγενημένα, προαπήγγειλα ὑμῖν διὰ προφητῶν ἁγίων διὰ τοῦ πανσόφου Μωσέως. Ἐξεκάλυψα γὰρ τὸ Χριστοῦ μυστήριον, καὶ οὐδὲν ἐστὶν ὧν ἦν ἀκόλουθον καταφανῆ καὶ ἡμῖν αὐτοῖς γενέσθαι τὴν γνῶσιν, ὃ μὴ προαπήγγελται παρ' ἐμοῦ. Οὐκοῦν ἐκεῖνοι μὲν οὐ θεοὶ, τῶν ἐοικότων Θεῷ λαχόντες οὐδέν. Ἐγὼ δέ εἰμι κατὰ φύσιν, ὅπερ εἶναι πεπίστευμαι Θεὸς, δῆλον δὲ ὅτι τῶν ὅλων, καὶ γένεσιν ἔχων θεοπρεπῆ. Μυσταγωγεῖ τοιγαροῦν ὁ λόγος τοὺς τῆς ἀληθοῦς θεοπτίας ἀπενηνεγμένους, καὶ ἀψύχοις εἰδώλοις προσνεύσαντας, καὶ τῷ ξύλῳ λέγοντας· Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με.» Μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ. Ἀποφέρει πάλιν εἰς ἀνάμνησιν τῆς ἐπιδειχθείσης αὐτοῖς δυνάμεώς τε καὶ ἐξουσίας, ἥπερ ἂν πρέποι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ, καὶ τῶν ὅλων Κυρίῳ, ὅτε τῆς Αἰγυπτίων ἐκλελύτρωνται γῆς. Τότε γὰρ τότε συνωπλίζετο τῷ Δεσπότῃ καὶ ἡ κτίσις αὐτὴ, καὶ τῆς τῶν πλεονεκτούντων αὐτοὺς κατεξανέστη σκαιότητος, στοιχείων γὰρ ἐπράττοντο μεταβολαῖς [ἴσ. μεταβολαί]. Μετεσκευάζετο γὰρ εἰς αἷμα τὸ ὕδωρ, τριήμερός τε καὶ βαθὺς ἐξετείνετο σκότος. Κατηφίει δὲ αὐτῶν καὶ χαλάζας ὁ οὐρανὸς, σκνίπες τε καὶ βάτραχοι, καὶ κυνόμια, καὶ ὁ τῶν πρωτοτόκων θάνατος ἐπενήνεκται, καὶ διέβησαν δὲ διὰ θαλάσσης μέσης.