Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.928
Not analysed yet
Ἐπειδὴ δὲ εἰς τὴν τῆς ἐπαγγελίας ἐπέδραμον γῆν, νενικήκασιν ἔθνη πολλά τε καὶ εὐσθενέστερα τῆς ἐνούσης αὐτοῖς ἰσχύος, καὶ δεινοὶ γεγόνασι, καὶ δυσάντητοι τοῖς τε ὁμόροις τῶν ἐθνῶν, καὶ τοῖς ἕτι μακρὰν ἀπόβλεπτοί τε καὶ διαβόητοι. Οὐκοῦν οὐχ ἕτεροι μᾶλλον εἰδεῖεν ἂν, ἀλλ' ὑμεῖς αὐτοὶ τὰ καθ' ὑμᾶς αὐτοὺς, τίς ὁ ταῦτα κατορθώσας, τίς δὲ ὁ τὴν κτίσιν σύνοπλον ἔχων ἐν τοῖς καθ' ὑμᾶς τίς ὁ συνθραύσας ἐχθρῶν δυνάμεις, καὶ ταῖς κατὰ πάντων ὑμᾶς στεφανῶν εὐανδρείαις· ὑμεῖς ἐστε τῆς ἐμῆς ὑπεροχῆς οἱ μάρτυρες, εἴπερ ἕλοισθε φρονεῖν ὀρθῶς, καὶ οὐχ ἑτέρων δεηθήσεσθε παιδαγωγῶν. Πλεῖστοι μὲν γὰρ παρὰ τοῖς Αἰγυπτίοις ἦσαν οἱ θεοὶ, καὶ μεστοὶ τῶν ἀγαλμάτων οἱ παρ' ἐκείνοις σηκοί. Πλεῖστοι δὲ ὁμοίως, οἱ παρά γε Ἀμοῤῥαίοις, Εὐαίοις τε καὶ Φερεζαίοις, καὶ τοῖς ἑτέροις τῶν ἐθνῶν· ἀλλ' ἐκείνων οὐδεὶς ἀρκέσας εἰς σωτηρίαν τοῖς σφετέροις ὁρᾶται· μᾶλλον δὲ καὶ αὐτοὺς τοὺς προσκυνουμένους τοῖς προσκυνοῦσιν ὁμοῦ συνετρίψατε. Τεθέσπισται γὰρ διὰ Μωσέως ὅτι τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν κατακαύσετε πυρί. Οὐκοῦν εἴπερ ἕλοισθε τἀληθὲς εἰπεῖν, ὑμεῖς ἐμοὶ μαρτυρήσατε, εἰ ἔστι Θεὸς πλὴν ἐμοῦ. Εἰ μὲν γὰρ ἀντεγήγερταί τις ταῖς ἐμαῖς δυνάμεσι, καὶ νενίκηκε, λογιζέσθω παρ' ὑμῖν θεός. Εἰ δὲ οὐδὲν ὄντες πεφώρανται, καὶ πυρὸς ἔργον γεγόνασι δι' ὑμῶν, διὰ πείρας αὐτῆς ἐγνώκατε, φησὶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ τοῦ ὄντως Θεοῦ. Καὶ οὐκ ἤκουσαν τότε οἱ πλάσαντές τε καὶ γλύφοντες, πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὀφελήσει αὐτούς· ἀλλ' αἰσχυνθήσονται οἱ πλάσσοντες θεὸν, καὶ γλύφοντες ἀνωφελῆ, καὶ πάντες ὅσοι ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων. Ἀποφαίνει διὰ τούτων δεινὰ καὶ παγχάλεπα τὰ ἐγκλήματα τῶν ἀποστατῶν, εἰ τοσαύτην ἔχοντες πληροφορίαν, ὅτι μὴ ἕτερός ἐστι παρ' αὐτὸν, φύσει τε καὶ ἀληθῶς Θεός· ἐξ αὐτῶν δὲ ὥσπερ ἀναπεπεισμένοι τῶν κατωρθωμένων, ὡς εἴη μόνος αὐτὸς, πρὸς τοῦτο κατώλισθον εὐηθείας, ὥστε καὶ αὐτοῦ τοῦ νόμου διαῤῥήδην αὐτοῖς ἐπιφωνοῦντος καὶ λέγοντος· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς·» ἐποιήσασθε μὲν παρ' οὐδὲν τὸ ὑπακούειν αὐτῷ· ἐτράπεσθε δὲ μᾶλλον ἀφιλοθέως ἐπί γε τὸ δεῖν πλάττειν τε καὶ διαμορφοῦν τοὺς ἐκ ξύλων τε καὶ λίθων θεούς. Μάταιοι δὴ οὖν οἱ τοιοῦτοι, καὶ σφόδρα εἰκότως, ἐπ' οὐδενὶ μὲν τῶν ἀναγκαίων εἰς τοῦτο ἰόντες, ποιοῦντες καὶ μᾶλλον τὰ καταθύμια ἑαυτῶν, γεγόνασι γὰρ ματαιότητος ἐρασταί. Ποία γὰρ ὄνησις ἡ παρὰ λίθου τε καὶ ξύλου; Οὐκοῦν βουλῆς ἀσυνέτου καρποὶ καὶ ψυχρῶν ἐνθυμημάτων ἔργον ἂν νοοῖτο σαφὲς ἡ εἰδώλου ποίησις. Πλὴν ὅτι τὸ χρῆμά ἐστιν οὐκ ἀζήμιον, προαπεφαίνει λέγων· Αἰσχυνθήσονται πάντες οἱ πλάσσοντες θεὸν, καὶ γλύφοντες ἀνωφελῆ, καὶ πάντες ὅσοι ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ