Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.96
Not analysed yet
χρήσει κοινῇ· ἐκείνου δὲ μᾶλλον περὶ οὖ φησιν ὁ Δαβίδ· «Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.» Ὑδάτων δὲ μεμνῆσθαί φαμεν αὐτὸν τῶν νοητῶν, περὶ ὧν αὐτός πού φησιν ὁ προφήτης Ἡσαΐας· «Καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτῆρος.» Καὶ μὴν καὶ αὐτὸς ὁ Σωτήρ· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃ δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Σύνες δὲ ἀκριβῶς τὰς τοῦ προφήτου φωνάς. Οὐ γὰρ εἴρηκεν ἁπλῶς τῶν Ἰουδαίων ἀφαιρεθήσεσθαι ἄρτον τε καὶ ὕδωρ, ἀλλ' ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Καὶ δεῖ ἡμᾶς τοιοῦτόν τι βούλεσθαι διδάσκειν αὐτόν. Ἡμεῖς μὲν γὰρ τοῖς ἱεροῖς περιτυγχάνοντες λόγοις, καὶ τὰς θείας ἀναγινώσκοντες Γραφὰς, εἶτα συνιέντες αὐτὰς, ἰσχὺν ἄρτου νοητοῦ δεχόμεθα. «Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ,» φησὶ, «ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος τοῦ Θεοῦ.» Ὁμοίως νοήσεις καὶ ἐφ' ὑδάτων νοητῶν. Ἰουδαῖοί γε μὴν ἔχουσι μὲν τὸν ἄρτον καὶ τὸ ὕδωρ ἔτι. Πολυπραγμονοῦσι γὰρ τὰ Μωσέως γράμματα, καὶ ἀναγινώσκουσι τὸν νόμον. Ἐπειδὴ δὲ γινώσκουσιν οὐδὲν, οὐκ ἔχουσι τὴν ἰσχὺν τοῦ ἄρτου, οὔτε μὴν τὴν ἰσχὺν τοῦ ὕδατος. Ψιλὸν γὰρ αὐτοῖς καὶ μόνον τὸ γράμμα δέδοται, ἄρτου μὲν καὶ ὕδατος ὑπόληψιν ἔχον, τρέφον δὲ αὐτοὺς κατ' οὐδένα τρόπον εἰς εὐεξίαν τὴν νοητήν. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος· «Ἄχρι γὰρ σήμερον, ἡνίκα ἂν ἀναγινώσκεται Μωσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται.» Καὶ καθ' ἕτερον δὲ τρόπον, ἀφῃρῆσθαί φαμεν ἐκ τῆς Ἰουδαίων συναγωγῆς, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. Καὶ ὁ λόγος ἐστὶ μυστικός. Ἡμεῖς μὲν γὰρ οἱ διὰ πίστεως κεκλημένοι πρὸς ἁγιασμὸν, τὸν ἄρτον ἔχομεν τὸν ἐξ οὐρανοῦ, τοῦτ' ἔστι, Χριστὸν, ἤτοι τὸ σῶμα αὐτοῦ. Εἰ δὲ δή τις ἔροιτο, ποία τίς ἐστιν ἡ ἰσχὺς αὐτοῦ, φαμὲν ὅτι ζωοποιός. Δίδωσι γὰρ τῷ κόσμῳ ζωήν. Πρόσιμεν δὲ ὁμοίως καὶ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος χάριτι, τοῦ ἁγιάζοντος ἡμᾶς, ὕδατος τὴν ἰσχὺν εἶναι λέγοντες ἁμαρτιῶν ἀπόθεσιν, ἀναγέννησιν τὴν πνευματικὴν, εἰς συμμορφίαν τὴν πρὸς αὐτὸν τὸν Χριστόν. Καὶ προσέτι τούτοις, παῤῥησίας εἴσοδον εἰς τὴν τῶν οὐρανῶν βασιλείαν· «Ἐὰν γὰρ μή τις,» φησὶ, «γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἐστέρηνται τοίνυν οἱ Ἰουδαῖοι τῶν τοιούτων ἀγαθῶν. Οὐ γὰρ ἔστι παρ' αὐτοῖς ἰσχὺς ἄρτου, τοῦτ' ἔστιν, ἡ ἐν Χριστῷ ζωοποίησις. Οὐκ ἔχουσι τὴν ὕδατος ἰσχύν· ἀπομεμένηκε γὰρ παρ' αὐτοῖς ἀναπόνιπτος ἁμαρτία. Οὐκ εἰσελάσουσιν εἰς τὴν οὐρανῶν βασιλείαν, τὸν εἰσκομίζοντα Χριστὸν ἀτιμάσαντες· οὐ γὰρ ἐπίστευον λέγοντι· «Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἐγώ εἰμι ἡ θύρα.» Ἀφελεῖ δὲ ὁμοίως γίγαντα καὶ ἰσχύοντα. Εἶτα τίς ὁ γίγας; τίς δὲ καὶ ὁ ἕτερος; Οἶμαι δὴ οὖν ἔγωγε γίγαντα μὲν ὀνομάζειν τὸν εἰς λῆξιν ἰσχύος ἥκοντα τῆς πνευματικῆς, ἰσχύοντα δὲ τὸν