Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.949.1
Not analysed yet
οὖν ἄρα ὁ Θεὸς ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ. Καὶ αὐτὸς ἦν ὁμοίως ὁ λέγων τῷ Κύρῳ φρονεῖν, ἀντὶ τοὺ μετὰ συνέσεως πάντα δρᾷν, καὶ πάντα τὰ αὐτῷ δοκοῦντα πληροῦν. Ταῦτα δὲ ἦν τὸ δίκην ἐκτίσαι τοὺς Βαβυλωνίους ὧν πεπράχασιν ὠμῶς καταδῃοῦντες τὴν Ἰουδαίαν, καὶ τὸν ἱερὸν καὶ θεῖον καταπιμπράντες ναὸν, ἀνεῖσθαί τε πρὸς τούτῳ τὸν Ἰσραὴλ, καὶ ἀναδείμασθαι τὸν οἶκον, ἤγουν θεμελιῶσαι. Τοῦτο γὰρ μᾶλλον εἰπεῖν ἀληθέστερον. Προστέταχε μὲν γὰρ ὁ Κῦρος, καὶ χρημάτων πόρους προστιθεὶς ἀναστῆναι τὸν νεὼν, καὶ κατεβάλετο μὲν ὑποβάθρας. Ἐπειδὴ δὲ μεταξὺ τὸν ἀνθρώπινον κατέλυσε βίον, κεκώλυται μὲν ἐκ τῆς τινων βασκανίας ἡ τῶν ἔργων ἐπίδοσις παρὰ τοῦ μετ' αὐτόν. Ἤχθη γε μὴν εἰς πέρας καὶ μετὰ τοῦτο πάλιν, Θεοῦ κατανεύοντος. Ἔχομεν δὲ τῆς ἱστορίας τὸ ἀκριβὲς παρά γε τῇ θεοπνεύστῳ Γραφῇ· καὶ τὸ μακροὺς ἐν τούτοις τρίβειν ἑλέσθαι λόγους, περιττὸν οἶμαί που. Μὴ δὲ λεγέτωσάν τινες, ὡς ὁ θεῖος διέψευσται λόγος, ὅτι μὴ πάντα τὰ τῷ Θεῷ δοκοῦντα πεποίηκεν ὁ Κῦρος, ἄνθρωπος ὢν εἰδωλολάτρης. Τέτακται γὰρ τὸ, Πάντα τὰ θελήματά μου ποιήσει, κατ' ἐκεῖνά που πάντως ἅπερ εἰκὸς βούλεσθαι δηλοῦν Θεὸν, τὸ ἁλῶναί φημι τὴν Βαβυλωνίων, τὸ ἀπαλλαγῆναι δεσμῶν καὶ δουλείας τὸν Ἰσραὴλ, καὶ τὸ ἐγερθῆναι τὸν νεὼν, καὶ τὰς τῆς Ἰουδαίας οἰκοδομηθῆναι πόλεις. Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθεν αὐτοῦ πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω. Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, Ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί μου [Vulg. σου], καὶ προσδέξομαί σε. Σὺ δὲ οὐκ ἔγνως με, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεός. Οὐκ ᾔδεις δέ με. Ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου, καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔτι. Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἐγὼ Κύριος ὁ Θεὸς ποιῶν πάντα ταῦτα. Ταύτῃ φαμὲν ἐντετυχηκέναι τῇ προφητείᾳ τὸν ἀλκιμώτατον Κῦρον, ἡσθῆναί τε λίαν ἐπὶ τοῖς περὶ αὐτοῦ προηγορευμένοις παρὰ Θεοῦ, καὶ εἰς τοῦτο γνώμης ἐλθεῖν, ὥστε καὶ ἐν ταῖς ὑπὸ χεῖρα πόλεσί τε καὶ χώραις ποιήσασθαι τὴν ἀνάῤῥησιν τῆς τοῦ Θεοῦ δόξης, ὁμολογοῦντα σαφῶς, ὅτι μόνος αὐτὸς εἴη Θεὸς, καὶ τῶν ὅλων Κύριος, ὁ παρὰ τῶν Ἰουδαίων προσκυνούμενος. Καὶ σαφὴς μὲν λίαν, ὥς γε οἶμαι, τῆς προφητείας ἡ δύναμις, ἤτοι τῶν προφητικῶν προῤῥήσεων. Ἕκαστα δὲ τῶν εἰρημένων ἐπιδραμόντες, ὡς ἔνι τὸ δοκοῦν εἶναι φησὶν [ἀφανὲς] ἔσθ' ὅτε καὶ ἄναντες, σαφὲς καταστήσωμεν. Χριστὸν μὲν γὰρ ὀνομάζει τὸν Κῦρον, καὶ οὐχ ὡς ἕνα τῶν ἁγίων, καθ' ὧν ἂν κέοιτο τοὔνομα, καταχρηστικῶς δὲ, ὡς ἀπό γε τοῦ κεχρίσθαι, ληφθὲν, ἀλλ' ὅτι τοὺς καλουμένους εἰς βασιλείας