Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.952
Not analysed yet
παρὰ Θεοῦ, κἂν εἰ μή τινες εἶεν ἅγιοι καὶ σεπτοὶ, ἐλαίῳ καταχρίειν ἔθος ἦν. Εὑρήσομεν γὰρ τοὺς ἁγίους προφήτας τισὶν εἰρηκότας τῶν εἰς τοῦτο παρενηνεγμένων, ὅτι «Ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ.» Χριστὸς οὖν ὁ Κῦρος ὡς βασιλεύς· πλὴν ὅτι διὰ Θεοῦ κεκράτηκεν, ἤρθη τε εἰς δόξαν ὑπερφυᾶ, δίδωσιν ἐννοεῖν, χριστὸν ὀνομάσας αὐτὸν, τοῦτ' ἔστι χρίσει καὶ ψήφῳ τῇ παρ' αὐτοῦ κεκλημένον εἰς βασιλείαν. Ταύτῃτοί φησιν, ὅτι κεκράτηκε τῆς δεξιᾶς αὐτοῦ. Ἀντιλήψεως δ' ἂν σημεῖον γένοιτο καὶ τοῦτο σαφὲς, κατά γε τὸ ὑπὸ τῶν ἁγίων ἐν βίβλῳ Ψαλμῶν εἰρημένον· «Ἐκράτησας τῆς χειρός μου, τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ σου ὡδήγησάς με.» Κεκρατηκέναι δέ φησι τῆς δεξιᾶς αὐτοῦ, ὥστε καὶ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, τοῦτ' ἔστιν, ὑποταχθῆναι καὶ ὑπείκειν αὐτῷ, διαῤῥαγῆναι δὲ τὴν βασιλέων ἰσχύν. Ἑπτὰ γὰρ εἶναί φασι βασιλέας ὑπὸ τὸν ἕνα καὶ προὔχοντα παρὰ τοῖς Βαβυλωνίοις. Ὅτι δὲ ἔμελλον ἀνοίγνυσθαι μὲν αὐτομάτως αἱ πόλεις, διακωλύσαι δὲ παντελῶς οὐδὲν κατατρέχοντα τὸν Κῦρον τῆς τῶν πολεμίων ἰσχύος, διαδείκνυσι λέγων· Πόλεις οὐ συγκλεισθήσονται. Ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, τοῦτ' ἔστιν, ἅπαντά σοι ψιλὰ, καὶ εὐήλατα γενέσθαι παρασκευάσω, ὡς μηδὲν εἶναι τὸ ἀντιστατοῦν. Ἀλλὰ κἂν εἴ τις ἐπέλθοι, καὶ οἷον ὄρος ταῖς σαῖς δυνάμεσιν ὑπαντήσειε, καὶ τοῦτο ὁμαλιῶ, τοῦτ' ἔστιν, οἰκτρὸν ἀποφανῶ, καὶ χαμαιῤῥιφὲς, καὶ ἄναλκες. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι. Φασὶ τοὺς Βαβυλωνίους μετὰ τὸ ἁλῶναι τὴν πόλιν, σπηλαίοις ἑαυτοὺς ἐγκαταχῶσαι σκοτεινοῖς, μάλιστα δὲ τοὺς ἐν αὐτοῖς ὄντας περιφανεστέρους τῶν ἄλλων, οἳ δεδιότες τὸν θάνατον, ὄφεων δίκην ἐν παντὶ σπηλαίῳ καὶ σχισμαῖς πετρῶν καταδύντες ἐκρύπτοντο, οὐ μὴν ἰσχῦσαι διαλαθεῖν. Κατεσημαίνοντο γὰρ τούτῳ [ἴσ. τοῦτο] τῷ Κύρῳ τινές· ὁ δὲ καὶ δᾷδας ἀναφθῆναι προστέταχε, καὶ ἐκ μυχῶν σκοτεινῶν ἀνορύττεσθαι τοὺς πεφοβημένους, οὕτω τε πικραῖς ὑποθεῖναι δίκαις. Ἕτεροι δέ φασιν ὅτι τοὺς Βαβυλωνίων ἐκένωσε θησαυροὺς ὑπὸ γῆν ὄντας καὶ κεκρυμμένους. Ἔσῃ δὴ γοῦν περιφανὴς οὕτω καὶ ἀοίδιμος, ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραὴλ, ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου. Κέκληκα γάρ σε πρὸς τοῦτο, φησὶν, ἐγὼ Θεὸς μόνος, καὶ τετίμηκά σε ταῖς οὕτω λαμπραῖς εὐκλείαις, ἵνα εὖ πάθοι παρὰ σοῦ ἐμὸς ὢν οἰκέτης ὁ Ἰσραήλ. Ἐγὼ μὲν κέκληκά σε, φησὶ, καὶ κατεστεφάνωσα ταῖς εὐκλείαις. Σὺ δὲ οὐκ ἔγνως με ὅτι ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεὸς, καὶ οὐκ ᾔδεις με· ὅμοιον ὡς εἰ λέγοι σαφῶς· Οὐκ ἀντέκτισιν λαμπρῶν ἀνδραγαθημάτων τῶν ὁρώντων εἰς εὐσέβειαν ἐκομίσω παρ' ἐμοῦ τὴν τοιαύτην δόξαν· τετίμηκα δέ σε, καίτοι μὴ εἰδότα τὴν ἐμὴν θεότητα καὶ ὑπεροχὴν, ἀλλ' οὐδ' ἐναρίθμιον ὄντα τοῖς προσκυνοῦσί με, ἀλλ' ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου, καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ. Εἰ γὰρ ἑλοίμην,