Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.953.1
Not analysed yet
φησὶν, ἐκρύεσθαι τοὺς ἐμοὺς, καὶ διὰ τῶν οὐκ εἰδότων τὴν δόξαν τὴν ἐμὴν ἀποπερανῶ τὸ χρῆμα, ὑπέρ γε τοῦ σαφῶς εἰδέναι τοὺς ἀνὰ πᾶσαν ὄντας τὴν γῆν, ὅτι Θεὸς οὐκ ἔστι πλὴν ἐμοῦ. Εἰμὶ γὰρ τῶν δυνάμεων Κύριος, καὶ παντὸς ἔθνους, καὶ γένους Δεσπότης· καὶ ὅποιπερ ἂν θελήσαιμι, τὰς τῶν ἐπὶ γῆς ἀποφέρω καρδίας, ὥστε τῶν ἐμῶν θελημάτων ὑπουργοὺς ἀναφαίνεσθαι καὶ τοὺς οὐκ ὄντας ἐμούς. Ἐγὼ τοίνυν εἰμὶ Κύριος ὁ Θεὸς, ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, τοῦτ' ἔστιν, ἡμέραν τε καὶ νύκτα, ἤγουν φῶς μὲν τοῖς λελυτρωμένοις, σκότος δὲ τοῖς πεπορθημένοις. Οἱ μὲν γὰρ ἔχαιρον, ὡς ἀπαλλαττόμενοι τῶν δεσμῶν, οἱ δὲ ἦσαν ἐν ἀφύκτοις συμφοραῖς. Ἐγώ εἰμι ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἐκλήψῃ καὶ τοῦτο κατὰ τὴν ἴσην διάνοιαν, ὡς ἔφην, ἀρτίως· Εἰρήνην μὲν τοῖς λελυτρωμένοις, κακὰ δὲ, τοῦτ' ἔστι, κακωτικὰ, ἤτοι πάσης κακώσεως ἐμποιητικὰ, τοῖς ὠμοῖς καὶ ἀγρίοις, τοῖς ἐπενηνεγμένοις τῷ Ἰσραήλ. Ὅτι γὰρ λελύπηκε τὸ χρῆμα Θεὸν, σαφὲς ἂν γένοιτο, λέγοντος αὐτοῦ διὰ φωνῆς ἀγγέλου τῷ προφήτῃ Ζαχαρίᾳ· «Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ' ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.» Καὶ μὴν καὶ ὡς πρὸς αὐτῶν τῶν Βαβυλωνίων· «Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος.» Ὅτι δὲ κατὰ βούλησιν Θεοῦ ταῖς Βαβυλωνίων ἀλαζονείαις ἐπεπήδησεν ὁ Κῦρος, θρασύς τε καὶ παναλκὴς, καὶ τῇ πρεπούσῃ τοῖς πάσχουσιν ὠμότητι χρώμενος, εἰσόμεθα, λέγοντος αὐτοῦ, διὰ τῆς Ἱερεμίου φωνῆς, ὡς πρός γε τὸν Κῦρον· «Πικρῶς ἐπίβηθι ἐπ' αὐτὴν, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ ἐκδίκησον μάχαιραν, καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι.» Καὶ πρὸς τούτοις ἔτι· «Ἤνοιξε Κύριος τὸν θησαυρὸν αὐτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὐτοῦ, ὅτι ἔργον Κυρίῳ ἐν γῇ Χαλδαίων, ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον, καὶ ἐξολοθρεύσατε αὐτήν. Μὴ γενέσθω αὐτῆς κατάλειμμα, ἀναξηράνατε πάντας τοὺς καρποὺς αὐτῆς, καταβήτωσαν εἰς σφαγήν. Οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν, καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.» Ἔφη δέ που καὶ αὐτὸς ὁ προφήτης Ἡσαΐας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς Βαβυλωνίους· «Ἰδοὺ ἐπεγερῶ ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδ' ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν,» δηλονότι τῶν Μήδων. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Ἔθος καὶ μελέτη πλεισταχοῦ τῇ θεοπνεύστῳ Γραφῇ διεξάγειν τοὺς λόγους ἐκ τῶν καθ' ἕκαστά τε καὶ ἀνὰ μέρος ἐπί τισι γεγονότων εἰς τὸ καθόλου καὶ ἐπὶ πάντας, καὶ καθάπερ ἐξ ἐνεργοῦς εἰκόνος τῶν ἱστορικῶς πεπραγμένων ἀναβιβάζειν ἀστείως τῶν παιδευομένων τὸν νοῦν εἰς θεωρίας μυστικωτέρας. Ὃ δὴ καὶ ἐπὶ τῶν ἐν χερσὶ στίχων ἔνεστιν ἰδεῖν. Μακρὸς μὲν γὰρ δεδαπάνηται λόγος διὰ τῶν ἀνόπιν