Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.956
Not analysed yet
περὶ Κύρου, τοῦ Περσῶν τε καὶ Μήδων ἐξάρχοντος, ὡς καταδῃώσαντος μὲν τὴν Βαβυλωνίων, καὶ κατὰ κράτος αὐτὴν ᾑρηκότος, θητείας δὲ τῆς αὐτόσε, καὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνέντος τὸν Ἰσραήλ· θεμελιώσαντος δὲ καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις νεὼν, κατεγήγερται δὲ καὶ ὅτι τῆς Χαλδαίων καὶ Θεοῦ καταθήγοντος, καὶ ἀνοιγνύντος αὐτῷ θύρας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνθραύοντος. Ἀλλ' ἦν τοῦτο διήγημα μερικόν. Ὑπῆρξε γὰρ μόνοις τὸ διευθυμεῖσθαι δεῖν, καὶ τῶν τῆς αἰχμαλωσίας ἀπαλλάττεσθαι πόνων, τοὺς ἐξ αἵματος Ἰσραήλ. Μεθίστησι δὲ λοιπὸν τῶν ἐννοιῶν τὴν δύναμιν ἐπ' αὐτὸν ἥδη τὸν Ἐμμανουὴλ, ὃς ἀνεδείχθη παρὰ Θεοῦ καὶ Πατρὸς, ἵνα κηρύξῃ μὲν αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνάβλεψιν, ἵνα τοὺς ταῖς τῶν ἰδίων ἁμαρτημάτων σειραῖς ἀφύκτως κατεσφιγμένους ἐξέληται τοῦ κακοῦ, καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθέρους ἀποφήνας, τοὺς ἐπὶ τῆς γῆς παλινδρομῆσαι παρασκευάσῃ πρὸς ἑαυτὸν, προσαγάγῃ τε οὕτω δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Γέγονε γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, καὶ δι' αὐτοῦ τὴν καταλλαγὴν ἐσχήκαμεν ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα, καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφάς· αὐτὸς τὸν θεῖον ἤτοι τὸν ἑαυτοῦ ναὸν ἀνεδείματο. τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν. Αὐτὸς γὰρ αὐτὴν ἑαυτῷ παρέστησεν παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπῖλον ἡ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἁγίαν δὲ μᾶλλον, καὶ ἄμωμον. Οὐκοῦν ὡς ἐν εἰκόνι τῷ Κύρῳ καὶ τοῖς παρ' αὐτοῦ γεγονόσι κατίδοι τις ἂν εὖ μάλα τὰ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν δεδωρημένα παρὰ Θεοῦ θεοπρεπῆ κατορθώματα. Οὗτος μὲν οὖν τῶν προκειμένων ἡμῖν ὁ σκοπός. Ἕκαστα δὲ κατὰ μέρος τῶν γεγραμμένων ὡς ἔνι διερμηνεύσομεν. Εὐφραινέσθω τοίνυν, φησὶν, ὁ οὐρανὸς ἄνωθεν, τοῦτ' ἔστιν, οἱ τὴν ἄνω τρίβοντες πόλιν, καὶ τὸ λαμπρὸν καὶ ἀξιάγαστον ἔχοντες ἐνδιαίτημα, ἄγγελοί τε καὶ ἀρχάγγελοι, καὶ τὰ τούτων ἐπέκεινα, θρόνοι τε καὶ ἐξουσίαι, καὶ δυνάμεις λογικαὶ, καὶ τῶν ἀνωτάτω θώκων οἱ παραστάται. Φαμὲν δὲ ὅτι θυμηδίας πρόφασις καὶ αὐτοῖς δὴ γέγονε τοῖς ἐν οὐρανῷ πατράσιν, ἡ τῶν πεπλανημένων ἐπὶ τῆς γῆς ἐπιστροφὴ πρὸς τὸν Θεὸν, ἡ διά γέ φημι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἡ τυφλῶν ἀνάβλεψις, καὶ ἁπαξαπλῶς τῶν ἀπολωλότων ἡ σωτηρία. Εἰ γὰρ χαίρουσιν ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, πῶς ἐνδοιάσαι θέμις, ὡς ἥδονταί τε καὶ κατευφραίνονται σεσωσμένην ὁρῶντες τὴν ὑπ' οὐρανόν; Οὐκοῦν ἄνωθεν μὲν ὁ οὐρανὸς εὐφραινέσθω, φησὶ, ῥανάτωσαν δὲ καὶ αἱ νεφέλαι δικαιοσύνην. Νεφέλας δὲ εἶναί φαμεν νοητὰς τὰς ἄνω δυνάμεις, δι' ὧν αἱ διὰ τοῦ πνεύματος παρακλήσεις ὑετοῦ καθίενται δίκην, καὶ ταῖς τῶν πιστευόντων καρδίαις ἐνστάζουσι, κατά γε τὸ ἑτέρωθί που σαφῶς εἰρημένον ὡς περὶ ἀμπέλου περὶ τῶν ἐξ Ἰσραήλ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετόν· ἤγουν καὶ αὐτοὺς τοὺς ἁγίους μυσταγωγοὺς, καὶ τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὧν καὶ πρῶτοι καὶ ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, οἳ δὴ ἅπασαν περιφοιτῶντες τὴν γῆν, τὸν