Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.957
Not analysed yet
θεῖόν τε καὶ ἱερὸν κατεσκέδασαν λόγον, καὶ καθάπερ τινὰ διψάδα καὶ ἄκαρπον γῆν, τοὺς ἁπανταχοῦ κατευφραίνοντες, καὶ οἷον κατάρδοντες νοητῶς, πρόφασις αὐτοῖς εὐκαρπίας γεγόνασι τῆς πνευματικῆς. Οὐκοῦν Ἰουδαίοις ἅτε μὲν, ἅτε δὲ καὶ γεγονόσι κυριοκτόνοις, καὶ εἰς αὐτὸν παροινήσασι τὸν τῶν νοητῶν ναμάτων δοτῆρα Χριστὸν, ἐκέλευε Θεὸς ταῖς νεφέλαις τὸ μὴ διδόναι τοὺς ὑετοὺς, τοῖς γε μὴν εἰς αὐτὸν πιστεύουσι καθεῖναι προστάττονται, καὶ κατάρδειν ἀμφιλαφῶς τὰς τῶν προσιόντων αὐτῷ καρδίας. «Ὑετῶν γε μὴν καθιεμένων, ἀνατειλάτω, φησὶν, ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα.» Ἦν γὰρ ἀναγκαῖον τῶν νοητῶν νεφελῶν, ὡς ἔφην, τοῖς εἰς δικαιοσύνην μαθήμασιν ἀρδευουσῶν τὴν ὑπ' οὐρανὸν, καθάπερ ἐκ σπερμάτων ἀγαθῶν, ἀναφῆναί τε καὶ ἀναβλαστῆσαι καρποὺς ἀγαθούς. Ὥσπερ γὰρ κατάρχοντος ἐπὶ τῆς γῆς τοῦ τῆς ἁμαρτίας εὑρετοῦ, καὶ διὰ τῶν ἐν κόσμῳ σοφῶν, μυσαρά τε καὶ βέβηλα πανταχοῦ καθιέντος σπέρματα, οὐδεὶς ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ καρπῶν ἐπιεικείας ἔρημος ἦν ἡ σύμπασα γῆ, οὔπω τῶν τῆς δικαιοσύνης μαθημάτων, ὑετῶν δίκην, καθιεμένων τοῖς ἁπανταχοῦ· λοιπὸν, ἦν ἀκόλουθον τοὺς τῆς εἰς Θεὸν εὐσεβείας εἶναι καρπούς· ἔλεος δὲ εἶναί φαμεν τὴν ἀγάπην, ἥτις ἐστὶ τοῦ νόμου τὸ πλήρωμα, συμπαρομαρτούσης αὐτῇ καὶ δικαιοσύνης, καὶ πάντως που τῆς εὐαγγελικῆς· ἧς καὶ βραβευτὴς καὶ διδάσκαλος αὐτὸς ἡμῖν γέγονεν ὁ Χριστός. Φαίη δ' ἄν τις, ἔλεος καὶ δικαιοσύνην τὴν ἐκ γῆς ἀνίσχουσαν, ἢ καὶ βλαστήσασαν, αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πατρὸς ἔλεος καὶ δικαιοσύνη· εἴπερ ἐστὶν ἀληθὲς ὡς ἠλεήθημεν ἐν αὐτῷ, καὶ δεδικαιώμεθα, τῶν ἀρχαίων αἰτιαμάτων λαβόντες τὴν ἄφεσιν, ἤγουν ὅτι παρ' αὐτοῦ δεδέγμεθα τὴν εἰς λῆξιν ἀγαθοῦ παντὸς ἀνακομίσαι δυναμένην ἡμᾶς δικαιοσύνην, δι' ἧς καὶ σεσώσμεθα. Εἰ δὲ ἡ γῆ τὴν δικαιοσύνην ἀναφῦναι προστέτακται, χαλεπαινέτω μηδεὶς, ἐννοήσας ὅτι καὶ ὁ Ψαλμῳδός πού φησι περὶ Θεοῦ καὶ Πατρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἐμμανουήλ· «Εἰργάσατο δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.» Οὐ γὰρ ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατεκόμισεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Χριστὸς, γεγένηται δὲ μᾶλλον κατὰ σάρκα ἐκ γυναικὸς, ἣ καὶ μία γέγονε τῶν ἐπὶ γῆς. Ὅταν οὖν λέγηται γῆς γενέσθαι καρπὸς καὶ βλάστημα, συνήσεις, ὡς ἔφην, ὅτι γέγονε κατὰ σάρκα ἐκ γυναικὸς ληφθείσης εἰς τοῦτο πρὸς ὑπουργίαν, καίτοι μιᾶς οὔσης τῶν ἀπὸ τῆς γῆς. Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὁ κτίσας σε· ποῖον βελτίονα κατεσκεύασα ὡς πηλὸν κεραμέως; Τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ καὶ Θεὸν ὄντα κατὰ φύσιν Υἱὸν, κενῶσαι μὲν ἑαυτὸν, ἑλέσθαι δὲ καὶ παθεῖν ὑπὲρ ἡμῶν, καὶ τῆς οὕτω μεγάλης ἀξιῶσαι φειδοῦς τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὡς ἀντάλλαγμα τὴν ἰδίαν προέσθαι ψυχήν· μᾶλλον δὲ καὶ ἀνασχέσθαι λαβεῖν τὴν τοῦ δούλου μορφὴν, καὶ τῆς ἀνωτάτω δόξης ἀλλάξασθαι τῆς ἀνθρώπου φύσεως τὸ μικροπρεπές. Ταύτῃτοι φησὶν, ὅτι Ἐγώ εἰμι, νῦν ἐκληπτέον, ἀντὶ τοῦ, ὑφέστηκα καὶ ζῶ,