Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.960
Not analysed yet
Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ τῶν δυνάμεων Κύριος, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα, καὶ θάνατον οὐ ποιήσας, κτίσας δὲ μᾶλλον ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα. Εἶτα τιμῶν τὴν ἀνθρώπου φύσιν, καὶ ὅτι τῶν ἐπὶ γῆς ἁπάντων ζώων ἰσοστατήσειεν ἂν αὐτῇ παντελῶς οὐδὲν, Ποῖον, φησὶ, βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; πεπλάσμεθα γὰρ παρ' αὐτοῦ χοῦν λαβόντος ἀπὸ τῆς γῆς, καὶ κεραμέως δίκην εὖ μάλα διαμορφώσαντος. Ἀλλ' οὐ μέχρι τούτων τῆς ἀνθρώπου φύσεως τὸ ἀξίωμα, ἀλλά τι καὶ μεῖζον ἐν ἡμῖν ξένιόν τε καὶ δῶρον εὐτεχνίας Θεοῦ. Πεποιήμεθα γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, καὶ τῆς αὐτοῦ δόξης τὸν χαρακτῆρα πεπλουτήκαμεν νοητῶς ἐναστράπτοντα ταῖς ἡμετέραις ψυχαῖς, εἰ καί ἐσμεν κατὰ σάρκα γῆ καὶ ἐκ γῆς. Οὐκοῦν οὐκ εὐκαταφρόνητον, μᾶλλον δὲ καὶ ἀξιάγαστον ἐπὶ γῆς ζῶον ὁ ἄνθρωπος· οὕτω τε Θεὸς ἐπ' αὐτῷ σεμνύνεται. Καὶ γοῦν ἔφη πρὸς τὸν τληπαθέστατον Ἰὼβ, τὰς ἑαυτοῦ μεγαλουργίας ἐναργεῖς καθιστάς· «Ἦ συλλαβὼν γῆς πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» Εἶτα τῆς ἀνθρώπου φύσεως τὸ περιφανὲς ἐξηγεῖται λέγων· «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους· δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» Ἐφήρμωσε μὲν γὰρ τῷ Χριστῷ τῶν προκειμένων στίχων τινὰς ὁ πάνσοφος Παῦλος. Λέγοιτο δ' ἂν οὐκ ἀπεοικότως καὶ ἐπὶ παντὸς ἀνθρώπου τοῦ καθ' ἡμᾶς· ἐψευσμένον γὰρ ἐν αὐτοῖς οὐδέν. Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; Ὁ λέγων τῷ πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδινήσεις; Βαθὺς μὲν ὁ λόγος, καὶ ἀσαφείᾳ πολλῇ κατεσκιασμένος, εἴσῃ δ' ὅμως εὐθὺ τοῦ χρησίμου, καὶ ἀληθοῦς· χρῆναι δὲ οἶμαι προαναπτύξαι βραχὺ τῶν νοημάτων τὸν σκοπόν. Ἔσται γὰρ οὕτως εὐαφής τε καὶ εὐπαράδεκτος τοῖς ἀκροωμένοις. Οὐκοῦν ὁ τῶν ὅλων Θεὸς ἐλυτρώσατο μὲν ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ, ἐξείλετο δὲ καὶ τῆς πολυθέου πλάνης, καὶ τῆς τῶν δαιμονίων ἀπάτης, νόμῳ τῷ διὰ Μωσέως ἀνακομίσας αὐτὸν εἰς τὴν τῆς ἀληθοῦς θεογνωσίας αὐγήν. Ἑνὶ γὰρ λατρεύειν ἐδίδαξε Θεῷ, καὶ Κύριον ἕνα προσκυνεῖν· εἶτα διὰ τύπων καὶ σκιᾶς ἀναβιβάζειν ἤθελεν ἐπὶ τὰ ἔτι μείζω, καὶ τελεώτερα, τοῦτ' ἔστι, τὰ ἐν Χριστῷ. Παιδαγωγὸς γὰρ ὁ νόμος ἦν, ἔκειτο δὲ καὶ μέχρι καιροῦ διορθώσεως· ἦν δὲ οὗτος ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίας, ὅτε τῶν νομικῶν ἐνταλμάτων ἀποστήσας τὴν σκιὰν, καὶ τοὺς ἐν γράμμασι τύπους τῆς ἐν πνεύματι καὶ ἀληθοῦς λατρείας τὸ κάλλος εἰσκεκόμικε τοῖς ἐπὶ τῆς γῆς, γυμνῶς τε καὶ ἀπημφιεσμένως. Ἀλλ' ἐπ' αὐτῷ δὴ οὖν τούτῳ δεδυσφορήκασιν Ἰουδαῖοι, καὶ τοῖς τύποις ἔτι συναγορεύοντες ἀντεπράττοντο τῷ Χριστῷ, καὶ τῶν Μωσαϊκῶν θεσπισμάτων τὴν λύσιν ἐνεκάλουν