Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.961
Not analysed yet
αὐτῷ, ποτὲ μὲν λέγοντες· «Εἰ ἦν οὗτος παρὰ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον·» ποτὲ δὲ καὶ τοῖς ἔτι χείροσι κατασφενδονῶντες λόγοις. Οὐκοῦν ἐπειδήπερ ἀπαράδεκτον ἐποιοῦντο τῶν εὐαγγελικῶν κηρυγμάτων τὴν ὄνησιν ἀναβιβάζουσαν αὐτοὺς εἰς πνευματικὴν εὐκαρπίαν ἐκ τῆς ἀνονήτου σκιᾶς, ταύτῃτοί φησι· Μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; Ὦ ἀνόητοι, φησίν· ἀνατέμνει μὲν γὰρ τοῖς ἀρότροις τὴν ἄρουραν ὁ γηπόνος, ἀλλ' οὐ μέχρι παντὸς τοῦτο δρᾷ, οὐδὲ ἅπαντα τοῖς ἀρότροις τὸν τῆς γηπονίας δαπανήσει καιρόν. Ἀνατέμνει γὰρ τὴν ἄρουραν, οὐχ ἵνα φαίνηται τοῦτο παθοῦσα μόνον, ἀλλ' ἵνα εὐπαράδοχος ᾖ τοῖς ἐν αὐτῇ καταβαλλομένοις σπέρμασι, καὶ καρπογόνος ὀφθῇ. Οὐκοῦν ὑλομανούσας ποτὲ καὶ οἷον κεχερσωμένας τὰς ἁπάντων ἡμῶν καρδίας, ὥσπερ ἀρότρῳ χρησάμενος τῷ διὰ Μωσέως νόμῳ, προείργασμαι, καὶ γεωργοῦ δίκην ἀνατέμνων, εὐπρεπεῖς ἀποφαίνω αὐτὰς εἰς καταβολὴν σπερμάτων ἀγαθῶν. Ὁ δέ γε ἀγαθοῦ παντὸς σπορεὺς ὁ ἐμός ἐστιν Υἱός. Προσδέξασθε τοίνυν τὰ παρ' αὐτοῦ, καὶ μὴ βούλεσθε διηνεκῶς στέργειν, καὶ ἀγαπᾷν τὸν ἀροτῆρα νόμον. Ἠροτρίασε γὰρ, ὡς ἔφην, οὐχ ἵνα μὲν ἔχητε τοῦτο· ποία γὰρ ὄνησις ἐντεῦθεν; ἀλλ' ἵνα τοὺς τῆς ἀληθείας ἐκτέκητε καρπούς. Ἐπειδὴ δὲ καὶ μεταπεπλάσμεθα νοητῶς ἐν Χριστῷ, ἤγουν μετεστοιχειώθημεν, οἱ μὲν ἐκ πλάνης Ἑλληνικῆς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ εἰς ζωὴν ἁγίαν, τὴν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· οἵ γε μὴν ἐκ περιτομῆς εἰς ἀνάληψιν μαθημάτων εὐαγγελικῶν, καὶ εἰς καινότητα λατρείας, οὐκ ἔτι τῶν τύπων ἐχούσης τὸ ἀτερπὲς, ἐκλαμπούσης δὲ μᾶλλον τῆς πνευματικῆς τὸ εὐπρεπέστατον κάλλος· ὑπῆρξε δὲ ἡμῖν κἀκείνοις τὴν διὰ ὕδατός τε καὶ πνεύματος ἀναγέννησιν ἐν Χριστῷ πλουτήσασιν· ὁμοίως δὲ ἦν τοῖς Ἰουδαίων δήμοις ἀπόβλητός τε καὶ ἀπαράδεκτος ἡ ἐπ' αὐτοῖς δὴ τουτοισὶ χάρις· ἀντέπραττον γὰρ, ὡς ἔφην, τοῖς παρὰ Χριστοῦ θεσπίσμασι· ταύτῃτοί φησι· Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; Ὁ λέγων τῷ πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδινήσεις; Ἐγὼ μὲν γὰρ, φησὶν, ἀναμορφῶσαι βούλομαι πρὸς τὰ ἀμείνω, καὶ οἷον ἀναπλάσαι πρὸς τὰ βελτίω διὰ γεννήσεως νοητῆς, πάντως δήπου τῆς δι' ὕδατος τε καὶ πνεύματος. Ἀλλὰ τοῖς ἐμοῖς σκέμμασιν ἀσυνέτως ἀντιπράττετε. Ἆρ' οὖν ἐπετίμησε, φησὶν, ὁ πηλὸς τῷ κεραμεῖ ποτε, ὡς χεῖρα τὴν τεχνουργὸν οὐκ ἔχοντι, ἢ ὡς οὐκ εἰδότι τίνα χρὴ τρόπον διαμορφῶσαι τὸ ἐν χερσίν; Ἀλλ' ὁ μέλλων τεχθήσεσθαι, φησὶ, μὴ πεῦσιν προσήγαγε τῷ ἰδίῳ πατρὶ, ἆρα γεννήσει; Εἶτα πῶς ὑμεῖς, ὡς πηλὸς ὄντες εἰς χεῖρας κεραμέως, καὶ οὐκ εἰδότες ὅλως τίνα τρόπον ἡ νοητὴ περὶ ὑμᾶς ἀναγέννησις ἔσται, οὐ δεδίατε φιλονεικεῖν; καὶ οὐχὶ δὴ μᾶλλον ὡς τεχνίτῃ καὶ πατρὶ τὸ ὅπως ἂν γένοιτο ταυτὶ παραχωρεῖν ἐγνώκατε; ὅτι γὰρ ἐφιλονείκουν Ἰουδαῖοι τοῖς τοῦ Σωτῆρος λόγοις, οἳ γεγόνασιν αὐτῷ περὶ τούτων, χαλεπὸν οὐδὲν συνιδεῖν. Ἔφη γὰρ πρὸς Νικόδημον· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν