Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.964.1
Not analysed yet
μή τις γεννηθῇ ἐξ ὕδατος, καὶ πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.» Ὁ δὲ τοῖς ὑπὲρ νοῦν ἀσυνέτως ἐπιπηδῶν ἀντανίστατο λέγων· «Μὴ δύναται ἄνθρωπος γέρων ὢν εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» Προσετίθει δὲ τούτοις καὶ ἑτέραν μυσταγωγίαν, Πῶς δύναται ταῦτα γενέσθαι; Τί οὖν πρὸς ταῦτα Χριστός; «Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσητε;» Εἴκειν οὖν ἀναγκαῖον οἷς ἂν λέγοι Θεός. Αὐτὸς οἶδε τῶν ἰδίων ἔργων τὴν ὁδὸν, ἀπολυπραγμόνητα δὲ τὰ παρ' αὐτοῦ τεχνουργούμενα, καὶ ἀνενδοιάστῳ πίστει τὰ ὑπὲρ νοῦν ὄντα, τὸν καθ' ἡμᾶς τιμᾶσθαι προσήκει. Ἰστέον δὲ, ὅτι καὶ ὁ προφήτης Ἱερεμίας εἰς τὸν οἶκον τοῦ κεραμέως ἐπέμπετο, τεχνουργοῦντα αὐτὸν ὀψόμενος· διαπεσόντος δὲ τοῦ πηλοῦ, καὶ εἰς ἀγγεῖον ἕτερον ἀναπεπλασμένου, πρὸς αὐτὸν ἔφη Θεός· «Μὴ, ὡς ὁ κεραμεὺς οὗτος, οὐ δυνήσομαι ὑμᾶς, οἶκος Ἰσραήλ; Ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν χερσί μου.» Ὅτι δὲ καὶ μεταπλαττόμεθα νοητῶς εἰς ἁγίαν τε καὶ παγκάλην ζωὴν, σαφηνιεῖ λέγων ὁ Παῦλος· «Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·» δι' οὗ καὶ ἀναγεννώμεθα, σπορὰν ἔχοντες οὐκέτι φθαρτὴν, ἀλλὰ τὴν διὰ λόγου ζῶντος Θεοῦ, καὶ μένοντος. Ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος Ἰσραὴλ, ὁ ποιήσας τὰ ἐπερχόμενα· Ἐπερωτήσατέ με περὶ τῶν θυγατέρων, καὶ περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Τῆς τῶν ἀνωτέρω διανοίας ἀπόδοσις ἐν τούτοις ὁρᾶται γεγενημένη. Ἔχει δὲ οὕτως τῶν στίχων ὁ νοῦς· Εἰ γὰρ ὁ πηλὸς τῷ κεραμεῖ, φησὶν, ἐπετίμησέ ποτε, καὶ ὡς ἀτεχνῆ πως ἢ ἀργοτέραν τὴν τοῦ διαπλάσαντος ἐγράψατο χεῖρα· εἰ περιειργάσατό τις τῶν οὔπω μὲν ὄντων ἢ γεγεννημένων, γεγεννῆσθαι δὲ προσδοκωμένων, ὁποίων ἄρα τέκνων ὁ αὐτοῦ πατὴρ ἔσται σπορεύς· ἐρωτήσατέ με καὶ ὑμεῖς, οἱ ἐσόμενοί μου κατὰ καιροὺς υἱοί τε καὶ θυγατέρες· πῶς ἂν γένοιτο, καὶ τίνα τρόπον ὑμεῖς εἰς υἱοὺς ἔσεσθέ μοι, καὶ θυγατέρας. Ἐντείλασθέ μοι καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου. Τὸ δὲ ἐντείλασθε, φησὶν, ἀντὶ τοῦ διατάξασθε, καὶ ὡς οὐκ εἰδότι τῶν πρακτέων τὴν ὁδὸν, μὴ ὀκνήσητε γνωμοδοτῆσαι τῷ Θεῷ. Ἀξιάγαστος οὖν καὶ σφόδρα εἰκότως ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· «Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ. καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Δεῖται γὰρ ὅλως οὐδενὸς ἔν γε τοῖς καθ' αὑτὴν ἡ πάντων τεχνῖτις σοφία. Ἀλλ' οὐδ' ἂν εἴη τι τῶν καθ' ἡμᾶς ἄπορόν τε καὶ ἀμήχανον αὐτῇ. Πάντα γὰρ δύναται τὸ πανσθενὲς ἔχουσα· μᾶλλον δὲ ἡ πᾶσα δύναμίς ἐστιν αὐτή. Κύριος γάρ ἐστι τῶν δυνάμεων ὁ τῶν ὅλων Θεὸς, οἶδέ τε κατὰ μόνας αὐτὸς τῶν ἰδίων ἔρ-