Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.965
Not analysed yet
γων τὴν ὁδόν. Οὐκοῦν ἀπολυπραγμόνητα αὐτοῦ, καὶ τὰ ὑπὲρ νοῦν, καὶ λόγον ἀνέφικτα μὲν ταῖς ἀνθρώπων διανοίαις, αὐτῷ γε μὴν ἐγνωσμένα. Καὶ γοῦν δι' ὕδατός τε καὶ πνεύματος τὴν νοητὴν ἀναγέννησιν δεδόσθαι πιστεύομεν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ. Ἐπειδὴ Νικοδήμῳ τὴν χάριν ἐναργῆ καθιστᾷν ἐβούλετο Χριστὸς, ἐξηγεῖτο μὲν τοῦ πράγματος τὴν ὁδόν· ὁ δὲ συνιεὶς τῶν λεγομένων οὐδὲν, τῶν τοῦ Σωτῆρος ῥημάτων κατηγόρευσε τὸ ἀμήχανον. Ὅ τε καὶ οὕτως ἔχοντα γνώμης, πίστει δέχεσθαι τὸ θαῦμα παρενεγγύησε, λέγων· «Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν.» Οὐκοῦν εἰ μὴ συνίεμεν τῶν θείων ἔργων τὴν ὁδὸν, ἐνδοιασμοῦ παντὸς τὸν ἑαυτῶν ἀπαλλάττοντες νοῦν, Θεῷ λέγομεν· Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν· μὴ ἐρωτῶμεν αὐτὸν περὶ τῶν θυγατέρων, καὶ τῶν υἱῶν αὐτοῦ. Μήτε μὴν ἐντελλώμεθα, ἤγουν διατάττωμεν αὐτῷ περὶ τῶν ἔργων τῶν χειρῶν αὐτοῦ· ἀλλ' ὡς πηλὸν κεραμεῖ παραχωρῶμεν ἡμεῖς ἐργάζεσθαι τὸ δοκοῦν. Μεθίστησι γὰρ ἀμογητὶ πρὸς ὅπερ ἂν βούλοιτο τὰ καθ' ἡμᾶς, καὶ μεταπλάττει τὸν νοῦν ἐκ τῶν αἰσχιόνων ἐπὶ τὸ ἄμεινον, καὶ καρδίαν ἡμῖν ἐνίησι καινὴν, ἀποῤῥιζώσας τὴν πρώτην. Καὶ γοῦν ἔφη τι τοιοῦτον διὰ φωνῆς Ἰεζεχιὴλ, ὅτι «Ἐκσπάσω τὴν καρδίαν αὐτῶν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, τοῦτ' ἔστι, τρυφεράν τε καὶ εὔεικτον, τοῦ εἰδέναι αὐτοὺς ἐμὲ, ὅτι ἐγώ εἰμι Κύριος.» Ἀποφοιτῶντες γὰρ φαυλότητός τε ἁπάσης, καὶ μολυσμῶν, εἶτα τὴν ἐαυτῶν διάνοιαν μεθαρμόζοντες εἰς τὸ πληροῦν ἐθέλει [γρ. ἐθέλειν] τὸ ἀγαθόν· προσλαβόντες δὲ τούτῳ καὶ τὴν ἐξ ὕδατός τε καὶ Πνεύματος νοητὴν ἀναγέννησιν, εἰς υἱοὺς καὶ θυγατέρας ἐσόμεθα Θεοῦ. Ὅτι γὰρ ἔνεστιν αὐτῷ τὸ πανσθενὲς, διαδείκνυσι λέγων· Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ὁ δὲ τῆς ἀνθρώπου γενέσεως εὑρετὴς, ὁ παρενεγκὼν εἰς τὸ εἶναι τὸν οὐκ ὄντα ποτὲ, πῶς ἀτονήσει πρὸς ἀναμόρφωσιν τὴν πνευματικήν; καὶ οὐχὶ δῆλον τοῖς ἑαυτοῦ νεύμασι μεταχωρήσειεν ἂν, εἰς πᾶν ὁτιοῦν τῶν κατὰ γνώμην αὐτῷ, τῶν ποιημάτων ἡ φύσις; Τί τὸ παράδοξον εἰ τὴν τοῦ ἀνθρώπου διάνοιαν μεταχαλκεύει πρὸς τὸ δοκοῦν ὁ ἰδίᾳ χειρὶ στερεώσας τὸν οὐρανόν; Χεῖρά γε μὴν τοῦ Πατρὸς τὴν παντουργὸν εἶναί φαμεν Υἱὸν δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα. Τῷ λόγῳ γὰρ Κυρίου, φησὶν, οἱ οὐρανοὶ ἐστερεώθησαν. Αὐτὸς ἅπασι τοῖς ἄστροις ἐνετείλατο, τοῦτ' ἔστι, διετάξατο, ὅπως ἕκαστον αὐτῶν εἶναι χρή. Ἥλιος μὲν γὰρ εἰς ἀρχὰς τέθειται τῆς ἡμέρας, σελήνη δὲ τῆς νυκτός. Ἀλλ' ὡς ὁ Ψάλλων φησίν· «Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθετο δὲ σκότος ὁ τῶν ὅλων Θεὸς, καὶ ἐγένετο νύξ.» Ψάλλει γοῦν πάλιν ὁ θεσπέσιος Δαβὶδ, καί φησι· «Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Σὺ κατηρτίσω ἥλιον, καὶ σελήνην.» Οὐκοῦν ἑκάτερον τούτων τὸν αὐτῷ τεταγμένον διαπεραίνει δρόμον εὐτάκτῳ φορᾷ, καὶ μεμετρημένοις ὡρῶν διαστήμασιν. Ὁμοίως δὲ καὶ τὰ λοιπὰ τῶν ἄστρων κατὰ τὸν αὐτοῖς δοθέντα παρὰ Θεοῦ νόμον,