Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.984
Not analysed yet
ἐπὶ τῆς γῆς, καὶ τοὺς τῆς ἀπωλείας ὀρύττοντες βόθρους, οἱ ἀλιτήριοι δαίμονες, καὶ τὴν τῆς θεότητος δόξαν ἀνοσίως καταλῃστεύοντες, καὶ ταῖς σφῶν αὐτῶν ἀνάπτοντες κεφαλαῖς, οἱ πάντολμοι τὰ τῆς ἑαυτῶν ἀπάτης ἐργαστήρια συγκροτεῖν ἐσπούδαζον. Ὑποκρινόμενοι δὲ τὸ εἰδέναι τὰ μέλλοντα, καὶ ἀπαγγέλλειν αὐτὰ δύνασθαι τοῖς ἐθέλουσι μαθεῖν, μέχρι καιροῦ διατετελέκασι γοῦν ἁρπάζοντες. Χρηστήρια γοῦν κατὰ χώρας τε καὶ πόλεις, ψευδομαντεῖαί τε ἦσαν πανταχοῦ, καὶ κλῃδωνισμοὶ, καὶ φενάκων πληθὺς τὰ ἀπὸ καρδίας αὐτῶν λαλούντων, κατὰ τὸ γεγραμμένον, χρησμῳδοὶ, καὶ νεκυομάντεις, καὶ οἱ φωνοῦντες ἐκ γῆς, ἐγγαστρίμυθοί τε καὶ ἀλφιτομάντεις, καὶ ἁπαξαπλῶς ψευστῶν, καὶ φενάκων ἡ ὑφήλιος πεπλήρωτο. Ἦν οὖν ἄρα παρ' αὐτοῖς οὐδεμία μὲν ἀληθὴς τῶν ἐσομένων ἡ γνῶσις, ψευδηγορίαι δὲ, καὶ βωμολογίαι καὶ ἀπάτη, καὶ δόλος, καὶ ἕτερον οὐδέν. Ταύτῃ τοι φησὶν ὁ τῶν ὅλων Θεός· Εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα. Εἰ γὰρ δύνανται, φησὶν, ἀπαγγέλλειν, ἡκέτωσαν ἵνα γνῶσιν ἅμα, ἵνα τι κατὰ πρόσωπον οἱ πάντες εἰς ἓν συναγηγερμένοι (ἦσαν μὲν γὰρ, ὡς ἔφην, ἀνὰ μέρος πλεισταχοῦ χρηστήρια. Ἄλλοι δὲ ἄλλως ἐφοίτων, καὶ ψευδηγοροῦντας ἐτίμων τοὺς ἀκαθάρτους δαίμονας)· εἰ δὲ ἀληθῶς ἀναγγεῖλαι δύνανται, φησὶν, ἅμα καὶ κατὰ ταὐτὸν γενόμενοι πάντες, γνώτωσάν τι τῶν ἐσομένων, τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ' ἀρχῆς. Τίς γὰρ τῶν δεισιδαιμόνων, ἢ τῶν παρ' ἐκείνοις προφητῶν, ἢ τῶν τοῖς μαντείοις προσκαθημένων, ἔγνω ποτὲ καὶ ἀπήγγειλεν ὅτι κατὰ καιροὺς ἐπιλάμψει τῷ κόσμῳ Χριστὸς, καὶ ὅτι τὸ τῆς ἀπάτης οἰχήσεται νέφος, καὶ ἀποσκεδασθήσεται μὲν ὁ τῆς ψευδωνύμου γνώσεως σκότος, ἀναλάμψει δὲ τοῖς ἐπὶ τῆς γῆς, ὡς νοητὸς ἑωσφόρος, ὡς αὐγὴ καὶ ἡμέρα, ὡς δικαιοσύνης ἥλιος ὁ Χριστός; Ἀλλ' οὔτε, φησὶν, οἱ τὴν τῶν ἐσομένων γνῶσιν ἔχειν ὑποπλαττόμενοι δαίμονες ἀνήγγειλαν ταῦτα ἀπ' ἀρχῆς, οὔτε μὴν τῆς ἐκείνων ψευδοεπείας οἱ ὑπουργοί. Οὐδεὶς γὰρ τῶν παρ' Ἕλλησι ποιητῶν ἤτοι λογογράφων τῶν οὕτω λαμπρῶν ἐμνήσθη πραγμάτων. Τίς οὖν ταῦτα ἀκουστὰ πεποίηκεν ἀπ' ἀρχῆς; Τότε καὶ ἀνηγγέλη ὑμῖν, τοῦτ' ἔστιν, ἀπ' ἀρχῆς. Ἀνηγγέλη δὲ οὐ παρ' ἑτέρου τινὸς, παρ' ἐμοῦ δὲ μᾶλλον τοῦ πάντα εἰδότος, καὶ πρὶν γενέσθαι προαπηγγελκότος. Λελάληκα γὰρ ὑμῖν αὐτὰ διά τε Μωσέως, καὶ προφητῶν ἁγίων, οἳ τοὺς παρ' ἐμοῦ πρὸς ὑμᾶς διεπόρθμευσαν λόγους. Οὐκοῦν ἐγώ εἰμι, φησὶν, ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. Εἰμὶ δὲ δίκαιος, καὶ σωτήρ. Ἄδικοι μὲν γὰρ οἱ ἀλιτήριοι δαίμονες, καθὰ καὶ φθορεῖς, καὶ φιλαίματοι, καὶ κατωθοῦντες εἰς ὄλεθρον τοὺς ἐπὶ τῆς γῆς. Δίκαιος καὶ σωτὴρ ὁ τῶν ὅλων Θεὸς, ἐπαμύνων τοῖς ἠδικημένοις, καὶ δεσμῶν ἀνιεὶς τοὺς διηρπασμένους, καὶ σειραῖς ἁμαρτιῶν κατεσφιγμένους, καταφωτίζων δὲ τοὺς ἐσκοτισμένους, ἐνισχύων τὸ ἠσθενηκὸς, καὶ τὸ κείμενον ἀνιστὰς, καὶ τὸ πλανώμενον ἐπιστρέφων. Ταύτῃ τοι φησίν· Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἐπ' ἐσχάτου τῆς γῆς. Ἐν τούτοις εὖ μάλα τῆς διὰ Χριστοῦ χάριτος κατίδοι τις ἂν τὸ μέγεθος εἰς πάντας διῆκον τοὺς ὄντας ἐπὶ τῆς