Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.985.1
Not analysed yet
γῆς. Συνεσταλμένη μὲν γὰρ ἡ διὰ Μωσέως χάρις, καὶ σωτηρία, ἡ ἐφ' ἓν ἔθνος ἰοῦσα τὸν Ἰσραήλ· μακρὰ δὲ ὥσπερ καὶ μέχρι τερμάτων τρέχουσα γῆς ἡ διὰ Χριστοῦ. Σεσαγήνευται γὰρ διὰ πίστεως τῆς εἰς αὐτὸν εἰς σωτηρίαν καὶ ζωὴν ἡ σύμπασα γῆ. Ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος. Κατ' ἐμαυτοῦ ὀμνύω· εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεὸν, λέγουσα· Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν. Ἔδει τῆς ψευδωνύμου λατρείας καθῃρημένης παρελθεῖν εἰς μέσον τὴν ἀλήθειαν, καὶ οἷον ἀπεληλαμένου τοῦ σκότους περιαστράψαι τὸ φῶς. Ταύτῃτοι, καὶ μάλα εἰκότως μετά γε μὴν ἐπωφελῆ, καὶ ὀνησιφόρον ταυτηνὶ παραίνεσιν, τὴν ἑαυτοῦ δόξαν καθίστησιν ἐμφανῆ. Ἐγὼ γάρ εἰμι Θεὸς, φησὶ, καὶ οὐκ ἔστιν ἄλλος. Εἶτα τῶν ἔσεσθαι προσδοκωμένων διὰ Χριστοῦ προκαταμηνύει τὴν δύναμιν, ὅρκῳ πιστούμενος, ὅτι πάντη τε καὶ πάντως ἡ δι' αὐτοῦ λαλουμένη δικαιοσύνη, τοῦτ' ἔστιν, ἡ ἐν Χριστῷ διὰ πίστεως τοῖς ἀνὰ πᾶσαν χαρισθεῖσα τὴν ὑπ' οὐρανὸν, καὶ οἱ αὐτοῦ λόγοι, τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, πάντη τε καὶ πάντως ἀναλάμψει κατὰ καιρούς. Καταδηλοῖ γὰρ, οἶμαι, τουτὶ τὸ, Οὐκ ἀποστραφήσονται. Θεοῦ γὰρ ὑπισχνουμένου, καὶ ὅτι πάντη τε καὶ πάντως ἔσται τι λέγοντος, τίς ὁ ἐγκόψαι δυνάμενος; Ὄμνυσι δὴ οὖν καθ' ἑαυτοῦ. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. Θεὸς δὲ ὁ πάντων ἐπέκεινα, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τῶν ἄλλων ἠρμένος, ὄμνυσι καθ' ἑαυτοῦ. Οὐ γὰρ ἦν ὀμόσαι καθ' ἑτέρου αὐτὸς ὢν, ὡς ἔφην, τὸ πάντων ἀκρότατον, καὶ τὸ εἰς λῆξιν ἀνεστηκὸς, κατά τε φύσιν καὶ δόξαν. Τί οὗν ἄρα τὸ ἐπαγγελθέν; Σωτηρία, καὶ ἐπιστροφὴ παντὸς τοῦ ἐπὶ τῆς γῆς ἔθνους. Ἐμοὶ γὰρ κάμψει, φησὶ, πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεόν. Τὸ δὲ, Κάμψει θεῷ γόνυ, ὅρκιόν τε πρὸς ἁπάντων αὐτοῦ γίνεσθαι τὸ ὄνομα, τί ἂν ἕτερον εἶναι νοοῖτο πλὴν ὅτι πάντων ἐπιστροφὴ, καὶ ἐπίγνωσις, καὶ τῆς πρὸς αὐτὸν οἰκειότητος δήλωσις; Οἳ γὰρ ὅλως δι' ἐπιστροφῆς πρὸς Θεὸν ἐπιφοιτῶσι παντελῶς καὶ τοῦ κάμψαι γόνυ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῦ διὰ γλώττης ἔχειν αὐτοὺς ὡς θεοὺς (οὐ γὰρ ὀμοῦνται κατά τινος ὡς περὶ Θεοῦ), ἀλλ' ἕνα τὸν φύσει, καὶ ἀληθῶς ὄντα γινώσκοντες, ταῖς αὐτοῦ ζεύγλαις ὑπέχουσι τὸν αὐχένα, καὶ κάμπτουσί τε τὸ γόνυ ποιούμενοι τὰς λιτὰς, κἂν εἰ εὐορκεῖν ἕλοιντό πως, αὐτοῦ καὶ μόνου διαμεμνήσονται λέγοντες, ὅτι Πᾶσα δικαιοσύνη καὶ πᾶσα δόξα πρὸς αὐτὸν ἥξουσι, τοῦτ' ἔστιν, αὐτῷ δὴ πρέπει καὶ μόνῳ. Δεῖ γὰρ τὰ πάντων ἄριστα τῶν ἔργων, καὶ πᾶν ὅσον ἐστὶν ἐν ῥήμασι τελοῦν εἰς δόξαν Θεοῦ, τοῦτο αὐτῷ πρὸς ἡμῶν ἀνάπτεσθαι μόνῳ. Αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτοὺς ἀπὸ Κυρίου· δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ δοξασθήσεται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Ἀληθὲς κατ' ἄμφω τὸ εἰρημένον, καὶ οὐκ ἂν ὁ θεῖος διαψεύσεται λόγος. Ἕψεται γὰρ πάντως τοῖς