Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.988
Not analysed yet
ἀποφοιτᾷν ἐθέλουσι τῆς πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, τὸ καταισχύνεσθαι δεῖν· προσίεσθαί γε μὴν, τὸ ἐν αὐτῷ δοξάζεσθαι, καὶ διαπρέπειν ἐν δικαιοσύνῃ, τοῖς ἐκ καρδίας εἰλικρινοῦς ἀγαπῶσιν αὐτόν. Οὗτοι δ' ἂν εἶεν οὔτι που πάντως ὁ κατὰ σάρκα Ἰσραὴλ, τὸ σπέρμα δὲ μᾶλλον τῶν υἱῶν Ἰσραήλ. Σαφεστέραν δὲ τὴν τῶν προκειμένων ἀποτελοῦντες διάνοιαν ἐκεῖνό φαμεν. Ἐπέλαμψε γὰρ τοῖς ἐπὶ τῆς γῆς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν εἴδει τῷ καθ' ἡμᾶς, ἤτοι γενόμενος σὰρξ, κατὰ τὰς Γραφάς· ἀφίκετο δὲ κηρύσσων αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστέλλων τεθραυσμένους ἐν ἀφέσει, καὶ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ καλῶν ἐνιαυτὸν Κυρίου δεκτόν. Ἀλλὰ καίτοι δέον Ἰουδαίους μάλιστα τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, ἅτε δὴ καὶ παιδαγωγὸν λαχόντας τὸν νόμον, καὶ ἁγίους προφήτας μυσταγωγοὺς, τοῦτο μὲν οὐ πεπράχασιν, ἀπεπήδησαν δὲ ὥσπερ αὐτοῦ, καὶ γεγόνασιν ἐντροπῆς ἀνάμεστοι, τὴν καταισχύνουσαν αὐτοὺς ἁμαρτίαν ἀναπόβλητον, ἔχοντες. Ἀληθὲς οὖν, ὅτι Αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτοὺς ἀπὸ Κυρίου. Ἤκουον γὰρ λέγοντος αὐτοῦ· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, Ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Οἵ γε μὴν ἐπεγνωκότες τὴν ἐπιφάνειαν αὐτοῦ δεδικαίωνται μὲν διὰ πίστεως, κεκερδήκασι δὲ μακρὰν καὶ ἀτελεύτητον δόξαν, μέτοχοι μὲν ἁγίου Πνεύματος ἀναδεδειγμένοι, καταπλουτήσαντες δὲ τὸ λαμπρὸν τῆς υἱοθεσίας ἀξίωμα. Δέδωκε γὰρ αὐτοῖς ἐξουσίαν τέκνα γενέσθαι Θεοῦ, ἀξιόληπτόν τε πρὸς τούτοις καὶ ἀδιάβλητον ἐσχηκότες ἐλπίδα· κληρονομήσουσι γὰρ τὴν τῶν οὐρανῶν βασιλείαν. Νοηθεῖεν δ' ἂν οὗτοι τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Υἱοὺς δὲ Ἰσραὴλ ἐν τούτοις ὠνομάσθαι φαμὲν τοὺς ἁγίους ἀποστόλους, καὶ εὐαγγελιστάς· ἦσαν γὰρ κατὰ σάρκα ἐξ Ἰουδαίων. Υἱοὺς δὲ αὐτῶν τοὺς δι' αὐτῶν κεκλημένους εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ. Προσπεφώνηκε γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι' αὐτοῦ πιστεύσασι· «Κἂν γὰρ μυρίους ἔχητε παιδαγωγοὺς ἐν Κυρίῳ, ἀλλ' οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Εὑρίσκομεν δὲ πλεισταχοῦ καὶ ἑτέρους τῶν ἁγίων ἀποστόλων, τεκνία καλοῦντας τοὺς δι' αὐτῶν σεσαγηνευμένους εἰς σωτηρίαν τὴν ἐν Χριστῷ. Ἔπεσε Βὴλ, συνετρίβη Δαγὼν, ἐγένετο τὰ γλυπτὰ αὐτῶν ὡς θηρία καὶ κτήνη. Ἀεί πως ἀκολουθεῖ ταῖς προῤῥήσεσιν, αἵπερ ἂν γένοιντο διὰ προφητῶν ἁγίων περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, προαγορεύσεις ἀναγκαῖαι τῶν δι' αὐτοῦ γενομένων, ἤγουν τῶν τῷ κόσμῳ κατωρθωμένων. Κατόρθωμα δὲ τὸ πάντων ἐξαίρετον τὸ ἐκ μέσου γενέσθαι τὸν Σατανᾶν, καὶ τὴν βέβηλον δὲ, καὶ ἀνδροκτόνον πληθύν. Ἐπιλάμψαντος τοίνυν αὐτοῦ τῷ κόσμῳ, λέλυται μὲν ἡ πάλαι πολλὴ καὶ ἐπάρατος τῆς ἁμαρτίας ἀχλὺς, ἣν ταῖς ἁπάντων διανοίαις ἐνῆκεν ὁ Σατανᾶς, ἵνα μὴ βλέπωσι τῆς ἀληθείας τὸ φῶς. Πέπαυται δὲ καὶ τῶν δαιμονίων ἡ τυραννὶς, καὶ τὰ τῆς εἰδωλολατρείας παίγνια. Οὐκοῦν ἀναγκαίως, ὡς ἔφην,