Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.989
Not analysed yet
ὁ περί γε τούτων ἡμῖν εἰσεκομίσθη λόγος, καὶ πεπτωκέναι φησὶ τὸν Βήλ. Εἴδωλον δὲ τοῦτο μάλιστα τῶν Βαβυλωνίων, τετιμημένον δὲ καὶ ἐν ἑτέραις πόλεσι. Καί φασιν εἶναι τὸν Βὴλ τὸν παρ' Ἕλλησι τοῖς ἀθέοις μυθολογούμενον Κρόνον, ὃν καί φασιν ὠμὸν εἶναι καὶ φιλαίματον, καὶ ἀνδροκτασιῶν ἐραστήν. Ἀναγέγραπται γοῦν ἐν ἱστορίαις Ἑλληνικαῖς, ὡς ἐν ἡμέρᾳ μιᾷ τριακοσίους τῶν ξένων ἔσφαζόν τινες αὐτῷ, μυσαρὰν καὶ στυγητὴν Θεῷ καὶ ἀνθρώποις ἐπιτελεσθῆναι πανήγυριν. Καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς, ἐπὶ ταῖς οὕτω δειναῖς ἀσεβείαις ἀγανακτῶν, δι' ἑνός πού φησι τῶν ἁγίων προφητῶν τοῖς τὰ τοιάδε δρᾷν εἰωθόσι· Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασιν. Εἰς τοῦτο γὰρ μισανθρωπίας τε καὶ ἀγριότητος καθικέσθαι φησὶ τοὺς ἀκαθάρτους δαίμονας, ὥστε καὶ ἀκορέστως διψῇν ἀνθρώπινον αἷμα, καὶ ταῖς τῶν ἁλισκομένων φθοραῖς ἐπιγάννυσθαι. Οὐ γὰρ ἂν ἴσως ἔοικεν αὐτοῖς ὁ κλάζων μόσχος ἐπὶ βωμῷ, λιβανωτοί τε καὶ πρόβατα· γλίχονται δὲ μᾶλλον τῆς ἀνθρώπων σφαγῆς. Ἔπεσε τοίνυν, φησὶν, ἡ Βὴλ, τοῦτ' ἔστι, κατηνέχθη, καὶ ἔπεσεν ἡ τοῦ δαίμονος ἰσχύς· ἵνα λοιπὸν τὸν ἐκ τῆς ἐκείνων σκαιότητος ἀποβαλόντες ζυγὸν ἐλευθέρᾳ καὶ ἀβιάστῳ γνώμῃ τρέχωσι πρὸς Θεὸν οἵ ποτε ταῖς ἐκείνου δυστροπίαις ἐνισχημένοι. Συνετρίβη δὲ καὶ ὁ Δαγών. Σέβασμα δὲ καὶ τοῦτο τῶν τὴν παραλίαν οἰκούντων, ἢ καὶ ὅμορός ἐστι τῆς Ἰουδαίας, Ἀσκαλωνιτῶν τέ φημι καὶ Γαζανῶν, οὓς καὶ Φυλιστιεὶμ ἤγουν ἀλλοφύλους ἡ θεία πλεισταχοῦ κατονομάζει Γραφή. Εὖ δὲ δὴ σφόδρα τὸ, Συνετρίβη, φησὶν, ὡς ἀπό γε τοῦ συμβεβηκότος αὐτῷ κατὰ καιροὺς, καὶ νῦν ὁ προφήτης τὸν περὶ αὐτοῦ διεξάγων λόγον. Ἀνέγνωμεν γὰρ ἐν ταῖς βίβλοις τῶν Βασιλειῶν, ὅτι τὴν θείαν ποτὲ κιβωτὸν λαβόντες οἱ ἀλλόφυλοι εἰσήγαγον εἰς τὸν οἶκον Δαγών· εἶτα εἰσελθόντες οἱ τοῦ δαιμονίου θεραπευταὶ, τεθέανται πεπτωκὸς τὸ εἴδωλον ἔμπροσθεν τῆς κιβωτοῦ, καὶ συντριβὴν ὑπομείναντος αὐτοῦ ὡς ἀποβαλεῖν χεῖράς τε καὶ πόδας, καὶ κεφαλήν. Σφόδρα οὖν χαριέντως ὡς ἀπό γε τοῦ συμβάντος κατὰ καιροὺς τὸ, Συνετρίβη, φησί. Φαμὲν δὲ ὅτι τῆς εἰδωλολατρείας τὴν ἀναίρεσιν ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνει λόγος, ὡς ἐκ μέρους τό τε Βὴλ, καὶ τὸν Δαγὼν ὀνομάσας. Οὐ γὰρ ἦν ἁπάντων τῶν ἐπὶ τῆς γῆς εἰδώλων ποιήσασθαι μνήμην, ἀλλ' ὡς ἐκ μέρους ἐπὶ τὸ πᾶν διατάττει πάλιν. Αἴρετε αὐτὰ καταδεδεμένα, ὡς φορτίον κοπιῶντι, καὶ πεινῶντι ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα· οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου· αὐτοὶ δὲ αἰχμάλωτοι ᾐσχύνθησαν. Τὸ τῶν χειροτμήτων ἀνωφελὲς, καὶ μάταιον καταδείκνυσι πάλιν ἡμῖν ὁ λόγος ἐν τούτοις, ὡς ἀπό γε τῶν ἐπ' αὐτοῖς τελουμένων παιγνίων, αἰσχύνης οὖσαν ἀνάπλεων τὴν τῶν πλανωμένων ἀποφαίνει λατρείαν. Ἐπετέλουν μὲν γὰρ τοῖς δαιμονίοις ψυχρὰς καὶ καταγελάστους ἔσθ' ὅτε τὰς πανηγύρεις· εἶτα τῶν σηκῶν ἐκκομίζοντες τὰ ἀγάλματα, ἐπαναθέμενοί τε ταῦτα τῶν ἱερέων τινὲς περιῄεσαν ἐν πλατείαις κατασειόμενοί τε καὶ οἷον μεθύσκοντες ὡς ἀχθοφοροῦντες ἄγαν, καὶ ἔνθαπερ ἂν ἐπιβαρήσειεν ὃ διακομίζειν