Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.992.1
Not analysed yet
ἤθελον, ἐκεῖ πως καὶ συνωθούμενοι, καὶ μὴ δύνασθαι φέρειν τὸ ἄχθος ὑποκρινόμενοι. Ὁ δὲ ἀσύνετός τε καὶ ἀγελαῖος δῆμος, γύναιά τε φρενῶν ἔρημα, κατεκρότει ταῖς εὐφημίαις, τὴν ἄψυχον ὕλην εἰδοποιηθεῖσαν ὁρῶντες εἰς ἄνδρα τυχὸν ἢ γυναῖκα, ᾤοντό τε κατὰ ἀλήθειαν καὶ ἀφόρητον ἐνιέναι βάρος τὸν διακομιζόμενον τοῖς ἀναθεμένοις εἰς ὤμους αὐτόν. Διαγελᾷ τοιγαροῦν ὁ θεῖος ἡμῖν ἐν τούτοις λόγος τῆς Ἑλληνικῆς ἀναισθησίας τὸ μέγεθος, καί φησι περὶ τῶν ἐν σηκοῖς ἀγαλμάτων, ἃ καὶ προσκυνεῖν ἀσυνέτως ἤθελον· Αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι, καὶ πεινῶντι ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα. Ταῦτα γὰρ, ὡς ἔφην, ὑπεπλάττοντο τῶν ἱερέων τινὲς ἐν τῷ περικομίζειν τὰ χειροποίητα. Πῶς οὖν ἄρα τῶν προσκυνουμένων τὸ ἀδρανὲς γνωσθήσεται, ἐκ πολλῶν μὲν καὶ ἑτέρων κατίδοι τις ἂν αὐτό. Ξύλον γὰρ ἢ λίθος ἢ ἑτέρα τις ὕλη τῶν τοιούτων γένεσις. Ἐπειδὴ δὲ ἀναγκαῖον ἐκ τῶν ὅτι μάλιστα χρησίμων καταδεῖξαι τοῦτο, πρὸς ἀνάμνησιν αὐτοὺς ἀποφέρει τῆς ἐσομένης αὐτῶν αἰχμαλωσίας, τῆς ὑπό γέ φημι τῶν Βαβυλωνίων, ἣν δὴ καὶ πεπόνθασιν, ἐπεί τοι μεθέντες τὸ χρῆναι πληροῦν τὸν νόμον, καὶ τὸν ἕνα τε καὶ φύσει θεραπεύειν Θεὸν, κατῴχοντο πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων, καὶ προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· τεθύκασί τε πρὸς τούτῳ, καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὰ γέγραπται. Πόθεν οὖν ἄρα τὸ ἀδρανὲς τῶν ἐν ὑπολήψει θεῶν ὀφθήσεται; Οὐ δυνήσονται, φησὶ, διασωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. Ἁλούσης γὰρ πόλεως ἢ χώρας, εἰ δή τινες εἶεν παρ' αὐτοῖς περίχρυσοί τε καὶ περιάργυροι θεοὶ, πρῶτοι τῶν ἄλλων ἁπάντων παρὰ τῶν ᾑρηκότων λαμβάνονται, οἷς ἦν εἰκὸς, εἴπερ τινὲς ἦσαν θεοὶ, καὶ τοῖς ἰδίοις ἐπαμύναι προσκυνηταῖς, καὶ ἀμείνους αὐτοὺς ἀποφῆναι τῆς τῶν πολεμίων χειρός. Τί τοίνυν ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτὸ κατὰ τὸν τοῦ προφήτου λόγον, ἔπλασαν αὐτὸ χώνευμα φαντασίαν ψευδῆ, οἳ μήτε σφίσιν αὐτοῖς, μήτε μὴν ἑτέροις ἐπαμύνειν εἰσὶν οἷοί τε; Πῶς γὰρ ἂν γένοιτό τι τοιοῦτον παρά γε ξύλου, καὶ λίθου; Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ, καὶ τὸ κατάλοιπον τοῦ Ἰσραὴλ, οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἐκ παιδίου ἕως γήρως. Ἐγώ εἰμι, ἕως ἂν καταγηράσητε. Ἐγώ εἰμι. Ἐγὼ ἀνέχομαι ὑμῶν. Ἐγὼ ἐποίησα, καὶ ἐγὼ ἀνήσω· ἐγὼ ἀναλήψομαι, καὶ σώσω ὑμᾶς. Εὐτεχνέστατα πάλιν ὁ λόγος ἔχει, καὶ πρόεισιν ἐν κόσμῳ τῷ δέοντι, καὶ οἰκονομικῶς. Ἐπειδὴ γὰρ πολέμου μνήμην ἐποιήσατο, καθ' ὃν συμβέβηκε πληθὺν ἀμέτρητον ἀνδρῶν καὶ γυναικῶν ἀποθανεῖν, καὶ ὀλιγανδρῆσαι σφόδρα τῶν Ἰουδαίων τὴν χώραν, ταύτῃ τοι φησὶν ὡς πρὸς οἶκον ἕνα, ὡς πρὸς κατάλειμμα, καὶ βαρβαρικῆς ὠμότητος λείψανον· Ἀκούσατέ μου, ὁ οἶκος τοῦ Ἰακὼβ, καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ. Ὤνησε δ' ἂν οὐ μετρίως τοὺς ἀκροωμένους ὁ λόγος, εἴπερ τινὲς ἦσαν ἀγχίνοι, καὶ τῶν χρησίμων ἐξετασταί. Τὰ γάρτοι σκυθρωπὰ καὶ δυσφόρητα προαπηγγελμένα μὲν εὐκόλως ἄν τις καὶ παρελάσειε τὰς τῆς ἐφόδου φυγὼν αἰτίας· ἀφιγμένα δὲ καὶ οἷον ἐπιπηδήσαντα, πῶς ἂν διακρούσαιτο; Τὸ κατάλοιπον τοίνυν αὐτοὺς ἀποκαλεῖ μονονουχὶ κεκραγὼς, ὅτι δαπανηθήσονται τῷ πολέμῳ, καὶ βαρ-