Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.993
Not analysed yet
βαρικῆς ὠμότητος ἔσονται θήραμα, εἰ μὴ τῶν οὕτως ἐκτόπων ἀποπεπαύσοιντο σπουδασμάτων. Ὅτι δὲ τὸ δυσμαθὲς ταῖς τῶν Ἰουδαίων ἔνεστι ψυχαῖς, καὶ χρῆμα γέγονεν αὐτοῖς ἀνόνητον, ἡ τοῦ νόμου μελέτη, διαδείκνυσι λέγων· Οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἐκ παιδίου ἕως γήρως. Ἐκ βρέφους γὰρ καὶ μέχρι τῆς πρεσβυτικῆς ἡλικίας τοῖς ἱεροῖς τε καὶ θείοις ἐμμελετῶντες Γράμμασιν ὠφέληνται μὲν οὐδέν· ὥσπερ δὲ οὐδεμιᾶς παράπαν νουθεσίας ἠξιωμένοι κατῴχοντο πρὸς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. Ἀλλὰ καὶ εἰ μακρὸς ὑμῖν, φησὶν, ἐδαπανήθη χρόνος, ἐν ἀνονήτοις μελέταις, καὶ ἀμαθεστάτους ὄντας ὁρῶν, τῆς ἐμφύτου γαληνότητος οὐ πεπαύσομαι· καθίστημι δὲ οὕτως ἐμαυτὸν ὑμῖν ἐναργῆ λέγων· Ἐγώ εἰμι, τοῦτ' ἔστι, ζῶ καὶ ὑπάρχω· οὐχ ὡς γενέσεως ἔχων ἀρχὴν ἢ καταλήγειν εἰς πέρας εἰδὼς, ἀλλ' ὁ αὐτὸς ἀεὶ καὶ ὡσαύτως ἔχων, καὶ ἕως ἂν καταγηράσητε πάλιν ὁ αὐτὸς ἔσομαι. Οὐ γάρ μοι καθ' ὑμᾶς ἔπεισι γῆρας, ἀλλ' εἰμὶ ζῶν τε καὶ παναλκής. Καὶ ἐγὼ μὲν ἐποίησα τὰς ἐπενεχθείσας ὑμῖν τοῦ πολέμου συμφορὰς ὁσίᾳ ψήφῳ καλῶν εἰς δίκην τοὺς τὴν ἐμὴν ὑβρίσαντας δόξαν. Πλὴν ἐγὼ ἀνήσω, τοῦτ' ἔστιν, ἀφήσω, καὶ ταῖς ἀμνησικακίαις πεπονηκότας ὑμᾶς ἀνακτήσομαι. Ἐγὼ ἀναλήψομαι καὶ σώσω ὑμᾶς. Ὁ γὰρ δοὺς εἰς χεῖρας ἐχθρῶν πάλιν ὑμᾶς οἰκειώσομαι, καὶ τῶν τῆς αἰχμαλωσίας ὑμᾶς ἀπολύσω δεσμῶν. Οὐκοῦν ὡς πολυειδεῖ φαρμάκῳ τὰς τῶν εἰς αὐτὸν πεπαρῳνηκότων, καὶ ἐκ πολλῆς ἄγαν ἀμαθίας ὠλισθηκότων ἐφ' ἃ μὴ θέμις, θεραπεύει καρδίας, τοῦτο μὲν ἀπειλαῖς, τοῦτο δὲ καὶ ὑποσχέσεσιν ἀγαθαῖς. Σκοπὸς γὰρ αὐτῷ σῶσαι τὸ ἀπολωλὸς, καὶ τῶν τοῦ διαβόλου χειρῶν ἁρπάσαι τὸ πλανώμενον. Τίνι με ὡμοιώσατε; Τεχνάσασθε, οἱ πλανώμενοι, οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσίπου, καὶ ἀργύριον ἐν ζυγῷ· στήσουσιν ἐν σταθμῷ, καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσεκύνησαν αὐτῷ. Αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων, καὶ πορεύσονται. Ἐὰν δὲ θῶσιν αὐτὸ ἐπὶ τοῦ τόπου, μενεῖ, οὐ μὴ κινηθῇ· καὶ ὃς ἂν βοήσει πρὸς αὐτὸ, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. Ὑβριστὰς ὄντας ἐλέγχει, καὶ ὀλιγογνώμονας τοὺς τῶν εἰδώλων προσκυνητὰς, καὶ εἰς αὐτὴν θείαν καὶ ἀνωτάτω πλημμελοῦντας φύσιν. Κατακομίζουσι γὰρ, τό γε ἧκον εἰς ἑαυτοὺς, τῆς ἐνούσης αὐτῇ δόξης τὸ ὑπερτενὲς, ἐφ' ἃ μὴ προσῆκε, καὶ εἰς ἄψυχον ὕλην κατακομίζουσι τοῖς ἰδίοις αὐτὴν τεχνουργήμασιν ἀπονέμοντες, εἶτα ποιναῖς ταῖς ἐσχάταις ἐνισχημένας ὁσίως τὰς ἑαυτῶν ἀποφαίνοντες κεφαλάς. Τίνι δὴ οὖν ὡμοιώσατέ με, φησὶ, τὸν τῇ φύσει τῶν ὅλων διεστηκότα, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς ὑψοῦ τε ἡρμένον, καὶ παντὸς ἐπέκεινα γενητοῦ, τὸν τῶν ὅλων δημιουργὸν, βασιλέα τε ὁμοῦ καὶ Κύριον; Εἰκὸς δὲ δή που, καὶ ἕτερόν τι βούλεσθαι καταδηλοῦν λέγοντα τοῖς πεπλανημένοις τὸν Θεόν· Τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πεπλανημένοι. Χρυσίον μὲν γὰρ, φησὶ, καὶ ἀργύριον συνεισφέροντες, εἶτα μισθωσάμενοι χρυσοχόον διαπλάττουσι μορφὴν ἢ ἀνδρὸς, ἢ γυναικὸς, ἤγουν θηρίου, φέρε εἰπεῖν, ἢ κτήνους, ὄνομά τε