Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.996
Not analysed yet
τῷ διαπεπλασμένῳ Θεὸς εὐθὺς δίδοται παρ' αὐτῶν. Κατανοήσατε τοίνυν, φησὶ, τίνι ὡμοιώσατέ με; Ἢ γὰρ ἀνδρὶ ἢ γυναικὶ, ἢ καὶ θηρίοις ἢ ζώοις ἀλόγοις. Εἶτα πῶς οὐχ ἁπάσης ἐπέκεινα δυσσεβείας τὸ χρῆμά ἐστι; Τεχνάσασθέ τι πρὸς ἀπολογίαν· ἀπολύσασθε τὰς ἁμαρτίας. Ἀλλ' οὐκ ἂν εὕρητε τὸν ἐπικουροῦντα λόγον πρὸς τοῦτο ὑμῖν. Τὴν γὰρ ὑπὲρ πάντα φύσιν εἰς θηρία, καὶ κτήνη κατακομίζοντες, ποίοις ἄρα κεχρήσεσθε λόγοις δυναμένοις ἐξαρκέσαι εἴς γε τὸ δύνασθαι τὰ ἐγκλήματα διαφεύγειν; Ὅτι δὲ χυδαιότητος ἐννοιῶν καὶ ἕτερον οὐδὲν ἢ εἰδώλων ποίησις πειρᾶται διδάσκειν· ταύτῃ τοι καὶ λίαν ἰσχνοεπεῖ. Συνάγουσι γὰρ ἐκ μαρσίπου, φησὶν, ἀργύριον καὶ χρυσίον, καὶ ἐν ζυγῷ θήσουσιν, ἐν σταθμῷ ἰσομέτρῳ, ἑκάστου τάχα συνεισκομίζοντος, ἵνα κατὰ τὸ εἰκὸς τῷ πλέον εἰσφέροντι προσκέοιτο μᾶλλον ὁ τεχνουργούμενος. Φαίη δ' ἂν, οἶμαι, τὶς ὡς εἴπερ ἦσαν χρημάτων ἐπιδεεῖς, οὐδ' ἂν ὅλως ἐσχήκασι Θεὸν, καὶ εἰ μὴ τεχνιτῶν ηὐπόρει ἡ ὑπ' οὐρανὸν, οὐδεὶς ἦν ὅλως ὁ πρὸς αὐτῶν προσκυνούμενος. Ἥκασι δὲ ἀμαθίας εἰς τοῦτο καὶ ἀσυνέτων ἐννοιῶν, ὥστε προϋφεστηκότες αὐτοὶ τῶν ἰδίων Θεῶν τιμῶσιν ὄντας ὀψιγενεῖς, καὶ οὓς χρὴ δήπου μᾶλλον ὁρᾶσθαι δημιουργοὺς, δημιουργοῦσιν αὐτοί· καὶ οἱ τῆς ὕλης κύριοι, καὶ εἰς κατάχρησιν ἀναγκαίαν λαβόντες αὐτὴν παρ' αὐτῆς αἰτοῦσι τὸ σώζεσθαι. Ἀχθοφορούσει τοὺς θεοὺς ἐπ' ὤμων αἴροντες αὐτούς· ἀκινήτους ὄντας ὁρῶσι, καὶ οἷπερ ἂν ἕλοιτό τις ἀποφερομένους, καὶ αὐτοῖς προσάγουσι τὰς λιτάς. Οὐκοῦν ὅταν ἴδῃς λαβόντας τὴν λιτὴν, τότε προσδόκησον ἔσεσθαι τὴν ἐπικουρίαν. Εἰ δὲ ἀναισθήτους τε ὁμοῦ καὶ ἀκινήτους ὄντας ὁρᾷς, εἶτα τίνα παρ' αὐτῶν ἐκδέχῃ τὴν ὄνησιν· Τὰ ἴσα νοσῶν οὐκ αἰσθάνῃ. Πέπτωκας γὰρ εἰς ἐσχάτην ἀναισθησίαν. Μνήσθητε ταῦτα, καὶ στενάξατε· μετανοήσατε, οἱ πεπλανημένοι. Ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ· ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη. Καὶ εἶπα· Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω, καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν, καὶ ἀπὸ γῆς πόῤῥωθεν. Περὶ ὧν βεβούλευμαι, ἐλάλησα, καὶ ἤγαγον, ἔκτισα, καὶ ἐποίησα. Ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Ἀπάτῃ καὶ σκότῳ καὶ ἀμαθίᾳ δεινῇ κεκρατημένους ὁρῶν κατοικτείρει πάλιν αὐτοὺς ὁ Θεὸς, καὶ ἀνόπιν ὥσπερ ἰέναι κελεύει, τῆς διανοίας τὸν ὀφθαλμὸν ἀκριβῆ τοῖς πράγμασιν ἐπιφέροντας, ἵνα καὶ ἵνα κακοῦ εἰσι μαθόντες μεθορμίσωνται πρὸς τὰ ἀμείνω, καὶ τῶν πρὸς αὐτοὺς γεγονότων λόγων ἀτελευτήτους ἔχοντες μνήμας, μετανοεῖν ἕλοιντο, καὶ οὐκ ἀπὸ γλώττης μόνον τοῦτο δρῶντας ἁπλῶς, ἀλλ' ἐξ αὐτῆς καρδίας. Ἀξιεπαινετώτατος γὰρ καὶ ἀληθὴς εἴη ἂν ὁ τῆς τοιᾶσδε μεταγνώσεως τρόπος. Ὅτι μὲν οὖν ἡ εἰδώλων ποίησις χρῆμά ἐστι καταγέλαστον, ἐξ ὧν ἤδη προεῖπε διειδέναι κελεύει. Ὅτι δὲ Θεὸς πάντων ἐστὶν αὐτὸς, ἐκ τῶν ἐνόντων αὐτῷ κατὰ φύσιν θεοπρεπεστάτων ἀξιωμάτων ἐννοεῖν ἀναπείθει. Εἰμὶ