Ancient Greek · ~3 min
Page 228
Cyrillus Theol., Contra Julianum imperatorem (fragmenta) 228
Not analysed yet
Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ λόγου, ὅτι τὰ ταπεινῶς εἰρημένα ὑπὸ τοῦ Χριστοῦ οὐ δι' ἀσθένειαν δυνάμεως. Πῶς οὖν ἐνταῦθά φησιν· «Εἰ δυνατόν—» —πρὸς τὸν παρόντα βίον. Κυρίλλου ἐκ τοῦ <εἰς τὸ> κατὰ Ἰωάννην εὐαγγέλιον ὑπομνήματος βιβλίου γʹ. [»Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ»]. «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ—» —τῆς τῶν πραγμάτων φύσεως κατιδεῖν. Τοῦ αὐτοῦ ἐκ τοῦ γʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ τοῦ παραβάτου λόγου βʹ. Εἰ μὴ τὸ ἀβούλητον ἐποιήσατο θελητόν, οὐδ' ἂν ἔπαθεν ὅλως. δείκνυσι δὲ ἀναγκαίως ἀβούλητον μὲν τὸ ἐν τῷ παθεῖν δυσκλεές, ὡς ἔφην, αἱρετὸν δὲ ὅμως διὰ τὸ πᾶσι χρήσιμον. καὶ τὴν μὲν ἀνεθελησίαν ἡ τοῦ ποτηρίου παραίτησις ἔχει, τό γε μὴν ἑκόντα παθεῖν τὸ εἰρημένον πρὸς τὸν πατέρα· «Πλὴν μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γινέσθω». συνευδοκήσαντος γὰρ τοῦ θεοῦ καὶ πατρὸς καὶ οἷον συν-