Ancient Greek · ~4 min
Page 229
Cyrillus Theol., Contra Julianum imperatorem (fragmenta) 229
Not analysed yet
νεύοντος ταῖς σοφωτάταις οἰκονομίαις τοῦ υἱοῦ τὸν κατὰ σάρκα θάνατον ὑπομεῖναι λέγεται, ἵνα ἐκ νεκρῶν ἀναστὰς καταργήσῃ τὸν θάνατον καὶ ἀνατρέψῃ φθορὰν καὶ δικαιώσῃ τὴν ὑπ' οὐρανόν. καὶ τοῦτο διδάσκει λέγων αὐτός· «Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ ἔδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτῶν, ἀλλ' ἀναστήσω αὐτοὺς τῇ ἐσχάτῃ ἡμέρᾳ». ἄθρει δή, ὅπως διὰ τὸ ἀναστῆσαι τὸ δοθὲν αὐτῷ, τουτέστιν ἡμᾶς, τὸ ἀνεθέλητον αὐτῷ διὰ τὰς ἐν τῷ πάθει ἀτιμίας αἱρετὸν ἐποιήσατο. «ὑπέμεινε γὰρ σταυρὸν αἰσχύνης καταφρονήσας», ὡς ὁ θεσπέσιος γράφει Παῦλος. ὅτι δὲ ἦν τὸ πάθος ἀνεθέλητον μὲν αὐτῷ τό γε ἧκον εἰς τὴν τῶν ἀνθρωπίνων ἐννοιῶν ἀσθένειαν, πλήν, καίτοι πολὺ τὸ δυσκλεὲς ἔχον, αἱρετὸν διὰ τὸ τῷ θεῷ δοκοῦν. δοκεῖν δὲ χρῆναι πᾶν ὁτιοῦν ὑπομεῖναι θέλει τῶν τοιούτων γνησίως ὑπὲρ τοῦ διασῶσαι πολλούς, κατίδοι τις εὖ μάλα καὶ ἐν τοῖς εὐαγγελικοῖς διηγήμασιν.