Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.10
Not analysed yet
Κατεσκεδασμένων δὴ οὖν τῶν ἐξ αἵματος Νῶε, εἶτα καιροῦ διϊππεύσαντος πρῶτος Ἀσσυρίων ἐπιφανῶς βασιλεῦσαι λέγεται Νίνος ὁ Ἀρβήλου παῖς, οὗ καὶ ἐπώνυμος ἡ Νινευὶ πόλις, ἧς τὰ τείχη Σεμίραμις Νίνῳ συνοικήσασα μεγαλοφυῶς ἐσκευάσατο. Νίνου τοίνυν τὴν Ἀσσυρίων διέποντος βασιλείαν, Εὔρωπος δὲ τὴν Σικυωνίων, γενέσθαι φασὶ τὸν μακάριον Ἀβραάμ, ἄνδρα πανσύνετον καὶ πολυΐστορα, καὶ τῶν ὅτι μάλιστα κατεσπουδασμένων ποιεῖσθαι προθυμούμενον τὸ δεῖν εἰδέναι τὸ ἀληθές, καὶ τίς ὁ τῶν ὅλων ἐστὶ δημιουργὸς καὶ κύριος. Ἀπεσκευάζετο μὲν γὰρ καὶ ἀπωτάτω μεθίει τῶν Ἀσσυρίων τὰς δόξας, τὰς ἐπί γέ φημι τῇ πολυθέῳ πλάνῃ. Τῆς γε μὴν ἀληθείας τὴν γνῶσιν ἀρκέσειν αὐτῷ πρὸς πᾶσαν εὐημερίαν ὑπειληφώς, προσεδέχθη παρὰ Θεοῦ· ἤκουε γάρ· «Ἔξελθε ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.» Τίνα μὲν οὖν διεβίω τρόπον, ὅσοι τε γεγόνασιν ἐξ αὐτοῦ, παρήσω λέγειν εἰς τὸ παρόν, μεθιστάντος ἡμῖν ἀναγκαίως τὸν λόγον ἐφ' ἕτερα τοῦ καιροῦ. Παρελάσας δὲ τοὺς μεταξὺ διὰ τὸ πλῆθος τῶν ἱστοριῶν καὶ τῶν ὀνομάτων, ἐπ' αὐτὸν ἥξω δρομαῖος τὸν ἱεροφάντην Μωσέα.