Ancient Greek · ~3 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.9
Not analysed yet
Ἀλέξανδρος μὲν γὰρ ὡδί φησι· «Σίβυλλα δέ φησιν, ὁμοφώνων ὄντων ἁπάντων τῶν ἀνθρώπων, τινὰς τούτων πύργον ὑπερμεγέθη οἰκοδομῆσαι, ὅπως εἰς τὸν οὐρανὸν ἀναβῶσι, τοῦ δὲ θεοῦ ἀνέμους τῷ πύργῳ ἐμφυσήσαντος, ἀνατρέψαι αὐτὸν καὶ ἰδίαν δοῦναι φωνὴν ἑκάστοις· διὸ δὴ Βαβυλῶνα τὴν πόλιν κληθῆναι.» Ἀβυδηνὸς δὲ πάλιν· «Ἐν τῇδε λέγουσι τοὺς πρώτους ἀνασχόντας, ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας καὶ δὴ θεῶν κάρτα φρονήσαντας ἀμείνονας εἶναι, τύρσιν ἠλίβατον ἀείρειν, ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε ἆσσον εἶναι τοῦ οὐρανοῦ, καὶ τοὺς ἀνέμους θεοῖσι βωθέοντας ἀνατρέψαι περὶ αὐτοῖσι τὸ μηχάνημα· τοῦ δὴ τὰ ἐρείπια λέγεσθαι Βαβυλῶνα, τέως τε ὄντας ὁμογλώσσους ἐκ θεῶν πολύθροον φωνὴν ἐνείκασθαι.»