Ancient Greek · ~4 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.11
Not analysed yet
Ἔτους μὲν γὰρ διαγεγονότος τετρακοσιοστοῦ πέμπτου τε καὶ εἰκοστοῦ μετὰ τὸν θεσπέσιον Ἀβραάμ, τίκτεται μὲν ἐν Αἰγύπτῳ Μωσῆς, παρῳκηκότων αὐτόθι τῶν ἐξ αἵματος Ἀβραάμ. Νέος δὲ ὢν ἔτι καὶ τῆς Αἰγυπτίων σοφίας εἰς πεῖραν ἐλθών, οἷόν τι προγύμνασμα τῶν θειοτέρων ἐποιεῖτο τὰ ἀνθρώπινα. Καταγαγόντες τοίνυν ἐξ Ἀβραὰμ τοὺς χρόνους ἐπὶ Μωσέα, ἀρξώμεθα πάλιν ἐνταῦθα ἑτέρας ἐτῶν ἀρχῆς, τὴν Μωσέως γένεσιν προαναθέντες τῶν ἀριθμῶν. Ἑβδόμῳ ἔτει Μωσέως Προμηθέα καὶ Ἐπιμηθέα, Ἄτλαντά τε τὸν Προμηθέως ἀδελφόν, ἔτι δὲ καὶ Ἄργον τὸν πανόπτην γενέσθαι φασί. Τριακοστοῦ πέμπτου ἔτους Μωσέως, πρῶτος βεβασίλευκεν Ἀθήνησι Κέκροψ ὁ ἐπίκλην ‘διφυής’· τοῦτόν φασι πρῶτον ἀνθρώπων ἱερεῦσαι βοῦν, ὀνομάσαι τε Δία τὸν παρ' Ἕλλησιν ‘ὕπατον τῶν θεῶν’, ὡς αὐτοί φασιν. Ἑξηκοστῷ καὶ ἑβδόμῳ ἔτει Μωσέως τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν ἐν Θεσσαλίᾳ γενέσθαι φασί, καὶ μὴν καὶ ἐν Αἰθιοπίᾳ τόν, ὡς αὐτοί φασιν, Ἡλίου παῖδα καταφλεχθῆναι Φαέθοντα. Ἑβδομηκοστῷ τετάρτῳ ἔτει Μωσέως, Ἕλλην οὕτω καλούμενος ὁ Δευκαλίωνος καὶ Πύρρας παῖς ἀρχὴ γέγονε τοῖς Ἕλλησι τῆς τοιᾶσδε προσηγορίας, καίτοι πάλαι ‘Γραικοῖς’ λεγομένοις.