Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.12
Not analysed yet
Ἑκατοστῷ καὶ εἰκοστῷ ἔτει Μωσέως, Δάρδανος κτίζει πόλιν Δαρδανίαν, βασιλεύοντος Ἀσσυρίων Ἀμύντα, Ἀργείων δὲ Σθενέλου, Αἰγυπτίων Ῥαμεσῆ· ἐκαλεῖτο δὲ Αἴγυπτος καὶ αὐτὸς καὶ ὁ Δαναοῦ ἀδελφός. Ἑκατοστῷ ἑξηκοστῷ ἔτει μετὰ Μωσέα Κάδμος Θηβῶν ἐβασίλευσεν, οὗ θυγάτηρ Σεμέλη, ἐξ ἧς ὁ Διόνυσος, ὡς αὐτοί φασιν, ἐκ Διός· ἦν δὲ τὸ τηνικάδε καὶ Λίνος ὁ Θηβαῖος καὶ Ἀμφίων οἱ μουσουργοί. Διεδέξατο δὲ τὸ τηνικάδε τὴν παρ' Ἑβραίοις ἱερωσύνην Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρών, τελευτήσαντος δηλονότι τοῦ Ἀαρών. Ἑκατοστῷ ἐνενηκοστῷ καὶ πέμπτῳ ἔτει μετὰ Μωσέα φασὶ γενέσθαι τὴν παρ' Ἕλλησιν ᾀδομένην τῆς Κόρης ἁρπαγὴν ὑπὸ Αἰδωνέως βασιλεύοντος Μολοττῶν· οὗτος κύνα παμμεγέθη θρέψαι λέγεται τὸν Κέρβερον, ὃν ἐπαφῆκε Πειρίθῳ καὶ Θησεῖ ἀφικομένοις ἐφ' ἁρπαγὴν τῆς αὑτοῦ γυναικός· εἶτά φασιν ὅτι διαφθαρέντος Πειρίθου παρατυχὼν Ἡρακλῆς Θησέα ἐρρύσατο· διὸ καὶ ἐξ ᾅδου φυγεῖν μυθολογοῦσιν αὐτόν. Διακοσιοστῷ ἐνενηκοστῷ ἔτει, Περσεὺς Διόνυσον ἀναιρεῖ, οὗ καὶ τὴν ταφὴν εἶναί φασιν ἐν Δελφοῖς παρὰ τὸν χρυσοῦν Ἀπόλλωνα. Τριακοσιοστῷ πεντηκοστῷ καὶ πέμπτῳ ἔτει μετὰ Μωσέα, βασιλεύει Πρίαμος μετὰ Λαομέδοντα. Τετρακοσιοστῷ δεκάτῳ ἔτει μετὰ Μωσέα, πεπόρθηται τὸ Ἴλιον, ἰθύνοντος τὰ Ἑβραίων Ἐσσεβών, τὰ δὲ Ἀργείων Ἀγαμέμνονος, τὰ δὲ Αἰγυπτίων Οὐαφρῆ, τὰ δὲ Ἀσσυρίων Ταυτάνου.