Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.13
Not analysed yet
Συνάγεται τοίνυν ἀπὸ τῆς Μωσέως γενέσεως μέχρι τοῦ ἁλῶναι τὸ Ἴλιον ἔτη τετρακόσια δέκα. Καί μοι πάλιν ἄθρει τοὺς καθεξῆς· ἐρῶ γὰρ ἐπιδρομάδην, οὐ τοῖς διὰ μέσου γεγονόσιν ἐμφιλοχωρῶν, ἐφορμίζων δὲ μᾶλλον τοῖς ἀναγκαίοις τῶν προσώπων τὸν λόγον. Τοίγαρτοι πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως βεβασίλευκε Λατίνων Αἰνείας, Ἀθηναίων δὲ Δημοφῶν ὁ Θησέως, κριτὴς δὲ ἦν παρ' Ἑβραίοις ὁ Σαμψών. Ἑξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως τετέλευκε μὲν ὁ ἱερεὺς Ἠλεί, κατά γε τὸ γεγραμμένον ἐν τῇ πρωτῇ τῶν Βασιλειῶν· ἀλλόφυλοι δὲ τὴν κιβωτὸν εἰς τὴν ἑαυτῶν ἀπεκόμισαν, προφητεύοντος μὲν τοῦ μακαρίου Σαμουήλ, κεχρισμένου δὲ λοιπὸν εἰς βασιλέα τοῦ Σαούλ. Ἑκατοστῷ ἑξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως, Ὅμηρον καὶ Ἡσίοδόν φασι γενέσθαι, βασιλεύοντος Λακεδαιμονίων Λαβώτου, Ἀσσυρίων δὲ Λαοσθένους, Λατίνων Ἄλβα Σιλουίου, Κορινθίων Ἀγελάου. Διακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ ἔτει τῆς Ἰλίου ἁλώσεως, προεφήτευον Ἠλίας καὶ Ἐλισσαῖος, διέποντος, τὴν Ἑβραίων βασίλειαν τοῦ Ἰωράμ, Λακεδαιμονίων δὲ Ἀρχελάου. Τριακοσιοστῷ ἑξηκοστῷ καὶ πέμπτῳ ἔτει τῆς Ἰλίου ἁλώσεως, Λυκοῦργος Λακεδαιμονίοις ἐνομοθέτει, βασιλεύοντος Κορινθίων μὲν Ἀγήμονος, Λατίνων δὲ Πρόκα Σιλουίου. Τριακοσιοστῷ καὶ ὀγδοηκοστῷ ἔτει τῆς Ἰλίου ἁλώσεως, προεφήτευον Ὠσηέ, Ἀμώς, Ἠσαΐας, Ἰωνᾶς. Φασὶ δέ τινες οὐχ ὁμόχρονον Ὁμήρῳ τὸν Ἡσίοδον εἶναι, ἀλλ' ἐν τούτοις γενέσθαι τοῖς χρόνοις, διέποντος τὰ Ἑβραίων Ἀζαρίου τοῦ καὶ Ὀζίου, Μήδων δὲ Ἀρβάκη, Λατίνων δὲ Πρόκα Σιλουίου.