Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.14
Not analysed yet
Συνάγονται τοίνυν καὶ τὰ ἀπὸ Ἰλίου ἁλώσεως μέχρι τῆς πρώτης ὀλυμπιάδος ἔτη πέντε καὶ τετρακόσια, ἀπὸ δὲ τῆς Μωσέως γενέσεως ἕως τῆς αὐτῆς πρώτης ὀλυμπιάδος πεντεκαίδεκα ἔτη καὶ ὀκτακόσια. Πρώτῃ ὀλυμπιάδι, Μιλήσιος ἐποποιὸς Ἀρκτῖνος λέγεται γεγονέναι, καὶ Ῥῶμος καὶ Ῥωμύλος ἐγενέσθην, βασιλεύοντος τῆς Ἰουδαίας Ἰωάθαμ, τοῦ δὲ Ἰσραὴλ Φακεέ. Ἐννάτῃ ὀλυμπιάδι Εὔμηλον ἐποποιὸν γενέσθαι φασί, καὶ σίβυλλαν τὴν Ἐρυθραίαν. Ἑπτακαιδεκάτῃ ὀλυμπιάδι σιβύλλαν ἣν καὶ Ἡροφίλαν ὠνόμαζον γενέσθαι φασίν. Εἰκοστῇ τρίτῃ ὀλυμπιάδι φασὶ γενέσθαι Ἀρχίλοχον, τὰ Ἰουδαίων κράτη διέποντος Μανασσῆ. Εἰκοστῇ ἐννάτῃ ὀλυμπιάδι Ἱππώνακτα καὶ Σιμωνίδην φασὶ γνωρίζεσθαι, καὶ τὸν μουσικὸν Ἀριστόξενον. Τριακοστῇ πέμπτῃ ὀλυμπιάδι Θαλῆς Ἐξαμύου Μιλήσιος πρῶτος φυσικὸς φιλόσοφος γενέσθαι λέγεται, παρατεῖναι δὲ τὴν ζωὴν αὐτοῦ φασιν ἕως πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος. Τριακοστῇ ἕκτῃ ὀλυμπιάδι προεφήτευον ἐν τῇ Ἰουδαίᾳ ὁ θεσπέσιος Ἰερεμίας, ἔτι τε καὶ Σοφονίας. Τεσσαρακοστῇ δευτέρᾳ ὀλυμπιάδι Ἀλκμαίων καὶ Πιττακὸς ὁ ἐκ Μιτυλήνης τῶν ἑπτὰ σοφῶν, καὶ πρὸς τούτοις ἔτι Στησίχορος ὁ ποιητὴς ἐγνωρίζετο. Κατ' αὐτοὺς δὲ τούτους τοὺς καιροὺς γεγόνασιν οἱ περὶ τὸν μακάριον Δανιήλ.