Ancient Greek · ~3 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.3
Not analysed yet
Καὶ ταῦτά φημι τοῖς Ἰουλιανοῦ βιβλίοις ἐντυχών, ὃς τῆς εὐαγοῦς ἡμῶν θρησκείας οὐ φορητὴν ἐποιήσατο τὴν κατάρρησιν, πεπλανῆσθαι λέγων ἡμᾶς καὶ ἀποφοιτῆσαι μὲν ἀσυνέτως τῆς εὐθύ τε καὶ ἀμωμήτως ἐχούσης ὁδοῦ, ἰέναι δὲ ὥσπερ κατὰ πετρῶν, καὶ ὁλοτρόπως ἀβούλητον τῷ ἐπὶ πάντων Θεῷ ποιεῖσθαι λατρείαν, οὔτε τοῖς διὰ τοῦ πανσόφου Μωσέως νόμοις συμβαίνουσαν, οὔτε μὴν ταῖς Ἑλλήνων δεισιδαιμονίαις, ἤγουν ἔθεσί τε καὶ τρόποις, μέσην δὲ ὥσπερ τινὰ καὶ ἀμφοῖν ἁμαρτάνουσαν καινοτομῆσαι ζωήν. Ἐγὼ δέ, ὅτι μὲν τῆς Ἑλλήνων ἀπηλλάγμεθα ἐμβροντησίας, καὶ πολὺς ἀποτειχίζει λόγος τῆς ἐκείνων τερθρείας τὰ Χριστιανῶν, φαίην ἄν· «Κοινωνία γὰρ οὐδεμία φωτὶ πρὸς σκότος, ἀλλ' οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου.» Ὅτι δὲ τοῖς Μωσέως βιβλίοις ἐσμὲν οὐ διάφοροι, οὔτε μὴν ἀντεξάγουσαν τοῖς ἐκείνου θεσπίσμασι πολιτείαν ἐπετηδεύσαμεν, ὡς ἂν οἷός τε ὦ πληροφορεῖν πειράσομαι, καιροῦ τοῦ καθήκοντος ἐν τούτοις ἡμῖν τὸν λόγον διαγυμνάζοντος.