Ancient Greek · ~5 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.4
Not analysed yet
Πλὴν ἐκεῖνο εἰπεῖν εἰς τὸ παρὸν οἰήσομαι δεῖν· ἀληθὲς μὲν γὰρ ὅτι, κατὰ τό τισι παρῳδούμενον, «σοφὸς ἄλλος ἀπ' ἄλλου», πρόδηλον δὲ δήπουθεν εἴη ἂν ὅτι τὰ τῶν πρώτων οἱ μετ' αὐτοὺς εἰδεῖεν, καὶ οὐχὶ δὴ μᾶλλον τὰ τῶν ὑστάτων οἱ πρὸ αὐτῶν· οὐκοῦν, ἐπειδήπερ Ἑλλήνων παῖδες ἐπί γε τοῖς σφῶν αὐτῶν διδασκάλοις φρονοῦσι μέγα, καὶ καταπτοεῖν οἴονταί τινας Ἀναξιμάνδρους ἡμῖν καὶ Ἐμπεδοκλεῖς, Πρωταγόρας τε καὶ Πλάτωνας ὀνομάζοντες, προσεπάγοντες δὲ τούτοις καὶ τοὺς ἑτέρους οἳ τῶν ἀνοσίων αὐτοῖς δογμάτων γεγόνασιν εὑρέται καὶ ἵν' οὕτως εἴπω τῆς ἀμαθίας πηγαί, φέρε λέγωμεν ὅτι διαφόροις μὲν δόξαις ἀντεγειρομένους ὥσπερ ἀλλήλοις καταθρήσαι τις ἂν αὐτούς, ἀσύμβατον δὲ καὶ ἐφ' ἑκάστῳ τῶν ὄντων τὴν ἀπολογίαν εἰσφέροντας. Εἶτα πρὸς τούτῳ καταδεικνύωμεν Μωσέα μὲν ἐν χρόνῳ τὰ πρεσβεῖα λαχόντα, καὶ δόξαν ὀρθὴν καὶ ἀπλανεστάτην περὶ τῆς ἀρρήτου καὶ ἀνωτάτω πασῶν οὐσίας εἰσκεκομικότα, καὶ κοσμοποιίας ἄριστα μνημονεύσαντα, καὶ νόμων τῶν εἰς εὐσέβειαν καὶ δικαιοσύνην οὐκ ἀθαύμαστον βραβευτήν, τοὺς δὲ παρ' αὐτοῖς ὠνομασμένους σοφοὺς γεγονότας μὲν ὑστάτους καὶ νεωτάτους, κεκλοφότας δὲ τὰ ἐκείνου καὶ τοῖς ἰδίοις λόγοις ἐγκατακλώσαντας, εἰ καὶ μὴ εἰς ἅπαν ὑγιῶς ἰσχύσαντας οὕτω καὶ δόξαν ἁρπάσαι σεμνοπρεπῆ καί τι τῶν ἀληθῶν ἐοικέναι λέγειν.