Ancient Greek · ~3 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.5
Not analysed yet
Τοίνυν γεγόνασί τινες μὲν μετὰ Μωσέα, συνήκμασαν δὲ καὶ ἕτεροι κατὰ καιροὺς τοῖς μετ' ἐκεῖνον προφήταις ἁγίοις· ὧν οἱ ταῖς δόξαις κατακολουθεῖν ᾑρημένοι ψήφου τῆς κρείττονος παρὰ τοὺς ἄλλους ἠξίωνται, καίτοι τοῦ ψεύδους εἰς ἅπαν οὐκ ἐλευθέραν τῆς περὶ Θεοῦ δόξης ποιούμενοι τὴν ἀπόδοσιν. Ὅτι τοίνυν Μωσῆς ὁ θεσπέσιος πρεσβύτατος μὲν ἦν κατά γέ φημι τὸν τοῦ γενέσθαι καιρόν, οἱ δὲ μετ' ἐκεῖνον ὕστατοι, σαφὲς καταστήσομεν τὰ τῶν ἀκριβῶς χρονογραφησάντων βιβλία διερευνήσαντες. Χρῆναι δέ φημι τοὺς ἐντευξομένους μὴ ἁψικόρως ἔχειν περὶ τὴν ἀνάγνωσιν καὶ τὸν τῶν ὀνομάτων κατάλογον, ἤτοι τὴν τῶν καιρῶν ἀπαρίθμησιν, διψῆν δὲ μᾶλλον ἐντόνως καλὴν καὶ ὀνησιφόρον οὖσαν τὴν ἐφ' ἑκάστῳ πληροφορίαν.