Ancient Greek · ~4 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.6
Not analysed yet
Τοιγαροῦν Νῶε μὲν γέγονεν, ἀνὴρ τῶν ὅτι μάλιστα θεοφιλεστάτων, δέκατος τῶν ἀπὸ τοῦ πρώτου, τουτέστιν Ἀδάμ· τούτῳ προστέταχεν ὁ τῶν ὅλων Θεός, ὡς μέλλοντος ἔσεσθαι τοῦ κατακλυσμοῦ πανωλεθρίᾳ τε καταφθαρήσεσθαι τῶν ἐπὶ τῆς γῆς, συμπήξασθαι μὲν κιβωτόν, ὁμοῦ δὲ φιλτάτοις καὶ γυναιξὶ καὶ κτηνῶν εἴδεσι παντοδαποῖς, πτηνοῖς τε καὶ ἑρπετοῖς, εἰσελάσαι τε καὶ διαπλεῖν ἐν αὐτῇ· οὗ δὲ πρὸς πέρας ἐνηνεγμένου, κατεφθείρετο μὲν ἅπαν τὸ ἀνθρώπινον γένος καὶ τὰ ἕτερα τῶν ζῴων, ὁ δὲ πανοικὶ διεσῴζετο. Τῶν ὑδάτων δὲ ὑφιζηκότων, ἡ μὲν κιβωτὸς προσέσχε τοῖς ὄρεσιν Ἀραράτ, τουτέστι τῆς Ἀρμενίας, ἐνερείσας δὲ πάλιν αὐτὸς τὸν πόδα τῇ γῇ θυσία ἐπετέλει χαριστηρίους. Ἀξιόχρεως μὲν οὖν εἰς πίστιν ἡ θεόπνευστος Γραφή· ἐπειδὴ δέ τινες τῶν δεισιδαιμόνων μύθους τε εἰκαίους καὶ οὐδαμόθεν ἔχοντας ἢ τὸ πιθανὸν ἢ τὸ ἀληθές φασιν εἶναι τὰ παρ' ἡμῖν, ἀναγκαίως μεμνήσομαι καὶ τῶν παρ' αὐτοῖς ἱστοριογράφων, Ἀλεξάνδρου τέ φημι τοῦ Πολυίστορος καὶ Ἀβυδηνοῦ. Πεποίηνται γὰρ αὐτοὶ τὴν περὶ τούτων ἀφήγησιν ἐν ἰδίαις συγγραφαῖς, εἰ καὶ μὴ εἰς ἅπαν ἀκαταψέκτως, ἀλλοκότως δὲ μᾶλλον, ἅτε δὴ καὶ τῶν εἰς εὐσέβειαν δογμάτων ἠμοιρηκότες.