Ancient Greek · ~4 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.7
Not analysed yet
Καὶ ὁ μὲν Ἀλέξανδρός φησιν οὕτως· «Ὠτιάρτου δὲ τελευτήσαντος, τὸν υἱὸν αὐτοῦ Ξίσουθρον βασιλεῦσαι σάρους δεκαοκτώ· ἐπὶ τούτου τὸν μέγαν φασὶ γενέσθαι κατακλυσμόν»· εἶτα σωθῆναι λέγει τὸν Ξίσουθρον, προαπαγγείλαντος αὐτῷ τοῦ Κρόνου τὸ ἐσόμενον, καὶ ὅτι προσήκει ναυπηγήσασθαι λάρνακα καὶ ὁμοῦ πτηνοῖς ἑρπετοῖς τε καὶ κτήνεσι πλεῖν ἐν αὐτῇ. Ὅ γε μὴν Ἀβυδηνὸς σαφεστέραν ποιεῖται τὴν ἀφήγησιν, οὕτω λέγων· «Μεθ' ὃν ἄλλοι τε ἦρξαν καὶ Ξίσουθρος· τῷ δὲ Κρόνος μὲν προσημαίνει ἔσεσθαι πλῆθος ὄμβρων Δαισίου πέμπτῃ ἐπὶ δέκα, κελεύει δὲ πᾶν ὁτιοῦν γραμμάτων ἐχόμενον ἦν ἐν Ἡλίου πόλει τῇ ἐν Σιπαροῖσιν ἀποκρύψαι. Ξίσουθρος δὲ ταῦτα ἐπιτελέα ποιήσας ἰθέως ἐπ' Ἀρμενίης ἀνέπλωσε, καὶ παραυτίκα μιν κατελάμβανε τὰ ἐκ τοῦ Θεοῦ. Τρίτῃ δὲ ἡμέρῃ, ἐπεί τε ὕων ἐκόπασε, μεθίει τῶν ὀρνίθων πείρην ποιούμενος εἴπου γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦσαν· αἱ δέ, ἐκδεκομένου σφέας πελάγεος ἀφανέος, ἀπορέουσαι ὅκη καθορμίσονται, παρὰ τὸν Ξίσουθρον ὀπίσω κομίζονται, καὶ ἐπ' αὐτῇσιν ἕτεραι· ὡς δὲ τῇσι τρίτῃσιν εὐτύχεεν—φίκατο γὰρ δὴ πηλοῦ κατάπλεῳ τοὺς ταρσούς—θεοί μιν ἐξ ἀνθρώπων ἀφανίζουσι. Τὸ δὲ πλοῖον ἐν Ἀρμενίῃ ἦν καὶ περίαπτα ξύλων ἀλεξιφάρμακα τοῖσιν ἐπιχωρίοισι παρείχετο.»