Ancient Greek · ~3 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.8
Not analysed yet
‘Ξίσουθρον’ μὲν οὖν ὀνομάζουσι τὸν Νῶε τάχα που κατὰ φωνὴν Ἀσσυρίων, κἀν τούτῳ δὲ πάλιν ἡμαρτήκασι τἀληθοῦς τὸν Κρόνον αὐτῷ χρῆσαι λέγοντες ἀντὶ τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ θαυμαστὸν οὐδέν· οὐ γὰρ ἐν μεθέξει γεγόνασι τοῦ θείου φωτὸς οὔτε μὴν τοῖς ὄμμασι τῆς διανοίας τὸ σεπτὸν τῆς ἀληθείας κάλλος τεθέανται. Οὐκοῦν τέθυκε μὲν ὁ Νῶε τῆς κιβωτοῦ προελθών, ηὐλίζετο δὲ αὐτόθι φιλτάτοις ὁμοῦ. Καὶ τρεῖς μὲν ἦσαν αὐτῷ φύντες υἱοί, πλεῖστοί γε μὴν ἐξ αὐτῶν ἕτεροι, καὶ ἀρχὴ δευτέρα γεγόνασι τῶν ἐπὶ τῆς γῆς, κατῳκήκασι δὲ πρῶτον μὲν ὁμόσε, καὶ ἐν μόνῃ τῇ πρὸς ἀκτῖνα γῇ, κατεσκηδάσθησαν δὲ μετὰ τοῦτο πανταχῆ, καταδιελόντος αὐτοὺς εἰς πολυγλωσσίαν τοῦ ἐπὶ πάντας Θεοῦ· ἠγανάκτει γὰρ ἐπὶ τῇ τοῦ πύργου κατασκευῇ. Ὅτι δὲ καὶ ταυτησὶ τῆς ἱστορίας διαμέμνηνται οἱ ἀρτίως ἡμῖν ὠνομασμένοι ἐξ ὧν γεγράφασιν οὐδὲν ἧττον εἰσόμεθα.