Ancient Greek · ~5 min
Book prol
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 3
Not analysed yet
Καί μοι νείματε συγγνώμην ἑλομένῳ λέγειν οὐ κατὰ βασιλέως μόνον, ἀλλ' ὑπέρ γε τῆς δόξης τοῦ Χριστοῦ τοῦ μεγάλου βασιλέως συγκατάρχοντός τε τῶν ὅλων τῷ ἰδίῳ Πατρί, ᾧπερ ἂν πρέποι καὶ μόνῳ τὸ χρῆναι λέγειν· «Δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι.» Καὶ γάρ ἐστιν αὐτὸς ‘ὁ τῆς δόξης Κύριος’ ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Ἔστι τοίνυν ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοὺς τῶν ἱερῶν δογμάτων συνασπιστάς, ἡμᾶς δηλονότι, προκεχειρισμένους εἰς τοῦτο παρ' αὐτοῦ, τοῖς ἀδικεῖν ἐθέλουσι τὴν δόξαν αὐτοῦ τοὺς συναγορεύειν ἰσχύοντας ἀνταναστῆσαι λόγους καὶ οἵπερ ἂν γένοιντο πρὸς καλοῦ τοῖς ἐντευξομένοις, καὶ τοῖς μὲν εὐπαρακόμιστον ἔχουσι τὴν καρδίαν καὶ ἐφ' ἃ μὴ προσῆκεν ἑτοιμότατα συναρπαζομένην ἐπικούρημα χρειωδέστατον, τοῖς γε μὴν εὖ βεβηκόσι περὶ τὴν πίστιν ῥάβδος οἵα τις ἀνέχειν ἰσχύουσα πρός γε τὸ χρῆναι διαπεπῆχθαι μειζόνως καὶ ἀκράδαντον ἔχειν τῆς ὀρθῆς πίστεως τὴν παράδοσιν. Τίς οὖν ἄρα ἐστὶν ὁ τῇ τοῦ Χριστοῦ δόξῃ μεμαχημένος; Πλεῖστοι μὲν οὖν ὅσοι κατὰ καιροὺς οἱ πρός γε τοῦτο διὰ τῆς τοῦ διαβόλου σκαιότητος κατενηνεγμένοι, μάλιστα δὲ πάντων ὁ τῆς βασιλείας αὐχήμασιν ἐμπρέψας ποτὲ Ἰουλιανός, ἀγνοήσας δὲ τὸν τῆς βασιλείας καὶ τοῦ δύνασθαι κρατεῖν δοτῆρα Χριστόν. Ἦν μὲν γὰρ πρὸ τῶν τῆς βασιλείας καιρῶν τοῖς πιστεύσασιν ἐναρίθμιος, ἠξιώθη δὲ καὶ αὐτοῦ τοῦ ἁγίου βαπτίσματος, ἐνήσκητο δὲ καὶ βίβλοις ταῖς ἱεραῖς.