Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.12
Not analysed yet
Ἐπειδὴ δὲ οὐκ οἶδ' ὅ τι λέγων τῶν σπουδαίων ἢ ἀγαθῶν οὐδὲν παρ' ἡμῖν εἶναι διατείνεται, φέρε καὶ τοῦτο δεικνύτω· μὴ γὰρ δὴ ψιλήν τε καὶ ἀναπόδεικτον ποιείσθω τὴν καταγόρευσιν. Πῶς γὰρ τῶν σπουδαίων οὐδέν ἐστι παρ' ἡμῖν; Οὐκ ἀκριβὴς καὶ ἀπεξεσμένος ὁ περὶ Θεοῦ λόγος καὶ τῆς τοῦ κόσμου γενέσεως παρὰ Χριστιανοῖς εὑρίσκεται; Οὐ τῶν πρακτέων τὴν ἐπιστήμην ἀνεπίπληκτόν τε καὶ ἀκατάψεκτον ἐκ τῶν ἱερῶν Γραμμάτων κεχορηγήμεθα; Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὅτι τὸ ἄριστα φιλοσοφεῖν διαπεραίνοιτο ἂν ὀρθῶς οὐ καθ' ἕτερον τρόπον, οἶμαι; Θεωρητικὴ γὰρ καὶ πρακτική γε πρὸς τούτοις φιλοσοφία παντὸς ἂν εἴη ἐπαίνου μεστή, καὶ παρὰ τοῖς τὰ Ἑλλήνων ἐσπουδακόσι θαυμάζεται· οὐκοῦν οὐκ «ἀπό γε τῆς Ἑβραίων δόξης τὴν ἀθεότητα μεμαθήκαμεν»—ἔφη γὰρ αὐτὸς καὶ τοῦτο—, ἀλλ' εἴπερ τις ἐθέλοι τἀληθὲς εἰπεῖν, ἐκ τῆς θεοπνεύστου Γραφῆς τῆς Ἑλλήνων ἀμαθίας κατεγνώκαμεν. Καὶ ὅτι μᾶλλόν ἐστι τὸ ἄθεον παρ' αὐτοῖς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς οὐκ εἰδόσι Θεόν, πῶς οὐκ ἂν εἴη παντί τῳ σαφές; «Βίον δὲ φαῦλον καὶ ἐπισεσυρμένον ἐκ τῆς παρ' αὐτοῖς ῥᾳθυμίας ἑλέσθαι» φησὶν ἡμᾶς, «χυδαιότητά τε καὶ ῥᾳθυμίαν» ὀνομάζων ἑλληνικὴν τὸ ἀδιακρίτως ὀψοφαγεῖν, παραιτεῖσθαί τε τῶν ἐδωδίμων οὐδέν. Ἐν γὰρ δὴ τούτῳ μάλιστα τὴν τῆς εὐσεβείας παριστᾶσι δύναμιν καὶ ἁπάσης ἀρετῆς ἐν καλῷ γενέσθαι νομίζουσιν, εἰ δὴ παραιτοῖντο τῶν ἐδωδίμων τινά.