Ancient Greek · ~8 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.18
Not analysed yet
Τίσιν οὖν ἄρα προσνενευκότες οἱ τῆς ἀληθείας ἐρευνηταὶ τὴν ἀμώμητον καὶ ἀπλανεστάτην διᾴττοιεν τρίβον; Τίνα τῶν ὠνομασμένων τοῦ ψευδοεπεῖν ἀπαλλάξομεν; Τίνι τὴν ψῆφον τοῦ κατὰ μηδένα διαπταῖσαι τρόπον ἀπονέμειν ἄξιον; Μᾶλλον δὲ πῶς ἂν εἶεν ἀξιόχρεῳ πρός γε τὸ δεῖν ἀναπεῖσαί τινας οἵ γε τοσοῦτον διημαρτήκασι τἀληθοῦς ὡς μὴ μόνον ἀλλήλοις ἀλλὰ καὶ αὐτοὺς ταῖς σφῶν ἀντιφέρεσθαι δόξαις; Ἐπαινεῖ δὲ ταῦτα καὶ κατατέθηπεν ὁ πάνσοφος Ἰουλιανός, καὶ κατασκώπτει μὲν τὰ Μωσέως, ἄνω δὲ καὶ κάτω τὰ πάντα κυκῶν τοὺς Πλάτωνος λόγους ἀντιπαρεξάγειν αὐτοῖς ἀποτολμᾷ, καί φησι· ΙΟΥΛΙΑΝΟΣ Ἐνταῦθα παραβάλωμεν, εἰ βούλεσθε, τὰ τοῦ Πλάτωνος. Τί τοίνυν οὗτος ὑπὲρ τοῦ δημιουργοῦ λέγει καὶ τίνας περιτίθησιν αὐτῷ φωνὰς ἐν τῇ κοσμογενείᾳ σκόπησον, ἵνα τὴν Πλάτωνος καὶ Μωσέως κοσμογένειαν ἀντιπαραβάλωμεν ἀλλήλαις. Οὕτω γὰρ ἂν φανείη τίς ὁ κρείττων, καὶ τίς ἄξιος τοῦ Θεοῦ μᾶλλον· ἆρ' ὁ τοῖς εἰδώλοις λελατρευκὼς Πλάτων, ἢ περὶ οὗ φησιν ἡ Γραφὴ ὅτι στόμα κατὰ στόμα ὁ Θεὸς ἐλάλησεν αὐτῷ; «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τοῦ ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· ‘Γενηθήτω φῶς’, καὶ ἐγένετο φῶς, καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν. Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ‘ἡμέραν’ καὶ τὸ σκότος ἐκάλεσε ‘νύκτα’. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· ‘Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος’, καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα ‘οὐρανόν’. Καὶ εἶπεν ὁ Θεός· ‘Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά’· καὶ ἐγένετο οὕτως. Καὶ εἶπεν ὁ Θεός· ‘Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον.’ Καὶ εἶπεν ὁ Θεός· ‘Γενεθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ἵνα ὦσιν εἰς φαῦσιν ἐπὶ τῆς γῆς’· καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός.»