Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.19
Not analysed yet
Ἐν δὴ τούτοις οὔτε τὴν ἄβυσσόν φησι πεποιῆσθαι ὑπὸ τοῦ Θεοῦ οὔτε τὸ σκότος οὔτε τὸ ὕδωρ· καίτοι χρῆν δήπουθεν εἰπόντα περὶ τοῦ φωτὸς ὅτι προστάξαντος Θεοῦ γέγονεν, εἰπεῖν ἔτι καὶ περὶ τῆς νυκτὸς καὶ περὶ τῆς ἀβύσσου καὶ περὶ τοῦ ὕδατος· ὁ δὲ οὐδὲν εἶπεν ὡς περὶ γεγονότων ὅλως, καίτοι πολλάκις ἐπιμνησθεὶς αὐτῶν. Πρὸς τούτοις οὔτε τῆς τῶν ἀγγέλων μέμνηται γενέσεως ἢ ποιήσεως, οὐδ' ὅντινα τρόπον παρήχθησαν, ἀλλὰ τῶν περὶ τὸν οὐρανὸν μόνον καὶ περὶ τὴν γῆν σωμάτων, ὡς εἶναι τὸν Θεὸν κατὰ τὸν Μωσέα ἀσωμάτων μὲν οὐδενὸς ποιητήν, ὕλης δὲ ὑποκειμένης κοσμήτορα· τὸ γὰρ· ‘Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος’ οὐδὲν ἕτερόν ἐστιν ἢ τὴν μὲν ξηρὰν οὐσίαν ὕλην ποιοῦντος, κοσμήτορα δὲ αὐτῆς τὸν Θεὸν εἰσάγοντος. ΚΥΡΙΛΛΟΣ Μωσέως μὲν οὖν πέρι πολὺς ἂν γένοιτο καὶ μακρὸς τοῖς εὐφημεῖν βουλομένοις ὁ λόγος· ἀκήκοε γὰρ Θεοῦ λέγοντος ἐναργῶς· «Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὕρηκας παρ' ἐμοί.» Τῆς γε μὴν ἐνούσης αὐτῷ πολυειδοῦς ἀρετῆς ἀπόδειξις εἴη ἂν καὶ μάλα σαφὴς τῆς ἐν Αἰγύπτῳ τερατουργίας ἡ δύναμις. Ὑφεστήκει γὰρ τῷ τῶν ὅλων Θεῷ, καὶ ὑπηρέτης ἦν ταῖς τῶν Αἰγύπτων ἀπονοίαις κατεξανιστάντι τὴν κτίσιν. Ὁποῖός γε μὴν ὁ Πλάτων ἦν, κἂν εἰ μή τις λέγοι, διαβοήσειεν ἂν ἡ ἐξ Ἀθηνῶν ἐπὶ Σικελίαν ἄφοδος· οὐ γὰρ ἀρεσθέντα ταῖς παρ' αὐτοῦ θωπείαις τὸν Διονύσιον ἀποδόσθαι φασὶν αὐτόν, ὡς ἀνελευθέρῳ που πάντως ποινὴν ἐπιθέντα τὴν ἀνδραπόδῳ πρεπωδεστάτην. Πλὴν ἀφείσθω τέως ὁ περὶ τούτου λόγος, ἴτω δὲ πάλιν ἐπὶ τὸ ἐν χερσίν.