Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.20
Not analysed yet
Ὁ θεσπέσιος μὲν γὰρ Μωσῆς οὐ λόγους ἡμῖν εἰκαίους ὁρᾶται συντεθεικώς, οὔτε μὴν ἐκ φιλοτιμίας ἁπλῶς εἰς τοῦτο παρωρμημένος, ἀλλά τι τῶν ἀναγκαίων εἰς ὄνησιν ἐπινοήσας τῷ βίῳ. Οὐ γάρ τοι προὔθετο φυσιολογεῖν ἰσχνῶς ἤγουν φάναι τι περὶ τῶν λεγομένων πρώτων ἀρχῶν ἢ τῶν ἐξ αὐτῶν στοιχείων· περιεργότερα γὰρ οἶμαι ταυτὶ καὶ ταῖς τινων διανοίαις οὐχ ἁλώσιμα. Σκοπὸς δὲ γέγονεν αὐτῷ τῶν τὸ τηνικάδε τὸν νοῦν τοῖς τῆς ἀληθείας ἐπιστῆσαι δόγμασι. Πεπλάνηντο γάρ, καὶ τὸ δοκοῦν ἕκαστος προσκυνοῦντες ἡλίσκοντο, καὶ τὸν ἕνα καὶ φύσει Θεὸν ἐξ ἀμαθίας τῆς ἄγαν ἠγνοηκότες λελατρεύκασι τῇ κτίσει. Καὶ οἱ μὲν θεὸν ἐπεγράφοντο τὸν οὐρανόν, ἕτεροι δὲ τὸν ἡλίου κύκλον, εἰσὶ δὲ οἳ καὶ σελήνῃ καὶ ἄστροις καὶ γῇ καὶ φυτοῖς καὶ τῇ τῶν ὑδάτων φύσει, πτηνοῖς τε καὶ ζῴοις ἀλόγοις τὴν τῆς ἀνωτάτω φύσεως δόξαν ἀπονέμειν ἐσπούδαζον. Καθιγμένων δὴ τῶν πραγμάτων εἰς τοῦτο αὐτοῖς, καὶ τῆς οὕτω δεινῆς ἀρρωστίας κατανεμηθείσης ἅπαντας τοὺς ἐπὶ τῆς γῆς, ἐπίκουρος ἦν ὁ Μωσῆς καὶ τῶν καλλίστων ἅπασι μαθημάτων εἰσηγητὴς ἀνεδείκνυτο, εἷς μὲν ὅτι κατὰ φύσιν ἐστὶν ὁ τῶν ὅλων δημιουργὸς διαρρήδην ἀνακεκραγώς, ἀφιστὰς δὲ τῶν ἄλλων, ἃ καὶ δι' αὐτοῦ παρήχθη πρὸς τὸ εἶναί τε καὶ ὑπάρχειν ὅλως. Χρειωδέστατα τοίνυν καὶ μάλα σαφῶς τὸ πολὺ λίαν ἰσχνομυθεῖν παρελάσας, ἐπὶ τὸν τῶν ἀναγκαιοτέρων κεχώρηκε λόγον.