Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.3
Not analysed yet
‘Γαλιλαίους’ μὲν οὖν, ὥς γε οἶμαι, φησὶ τοὺς ἁγίους ἀποστόλους, ‘τερατολογίαν’ δὲ τὰ Μωσέως γράμματα καὶ τὰς τῶν ἁγίων προφητῶν προαγορεύσεις τε καὶ θεηγορίας. Καὶ ἠγνόηκε μὲν ἴσως, μᾶλλον δὲ οὐκ ἀθεεὶ τῆς ἑαυτοῦ δεισιδαιμονίας πεποίηται τὴν κατάρρησιν. Εἰσὶ γὰρ Γαλιλαῖαι δύο, ὧν ἡ μὲν μία κατὰ τὴν Ἰουδαίαν, ἥ γε μὴν ἑτέρα ταῖς Φοινίκων πόλεσιν ὅμορός τε καὶ γείτων. Καὶ γοῦν ἐν μὲν τοῖς Εὐαγγελίοις γέγραπται περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ὅτι περιπατῶν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, τουτέστι τὴν Τιβεριάδος λίμνην, ἀπολέκτους ἐποιεῖτο τοὺς μαθητάς. Ἔφη δέ που Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν. «Καὶ τί καὶ ὑμεῖς ἐμοί, Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων;» καὶ μὴν καὶ ὁ θεσπέσιος Ἠσαΐας· «Χώρα Ζαβουλών—φησί—καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα.» Γαλιλαῖοι δὴ οὖν οὐχὶ δήπου μόνον νοηθεῖεν ἂν οἱ κατά γε τὴν Ἰουδαίαν, ἀλλὰ γὰρ καὶ πάντα τὰ ἔθνη· ‘Γαλιλαία γάρ, φησί, τῶν ἐθνῶν’. Ἀσυμφανὲς οὖν ἄρα καὶ οὔπω σαφὲς κατὰ τίνων ἂν ἴοι πρεπωδέστερόν τε καὶ ἀληθέστερον ὁ λόγος αὐτῷ· πότερον καθ' ἡμῶν ἤγουν κατ' αὐτοῦ καὶ τῶν τὴν ἀπόπληκτον καὶ φίλην αὐτῷ δεισιδαιμονίαν τετιμηκότων; Γαλιλαῖοι γὰρ καὶ αὐτοί, μᾶλλον δὲ κατ' οὐδένα τρόπον ἐνδοιάσαι τις ἂν ὅτι ταῖς Ἑλλήνων ἐμβροντησίαις ἁρμόσειεν ἂν τῶν εἰρημένων ἡ δύναμις.