Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.21
Not analysed yet
Τί γὰρ ἔδει ποία μέν ἐστιν ἡ τῶν ὑδάτων φύσις εἰπεῖν, ἢ καὶ ὅπως γέγονε τὴν ἀρχήν, ἀναμετρῆσαί τε καὶ ἀβύσσους καὶ οὐρανοῦ φύσιν, καὶ τῆς τῶν ἀγγέλων ὑπάρξεως πολυπραγμονῆσαι τὸν τρόπον; Ταυτὶ μὲν γὰρ ὅτι δυσεξήγητα παντὶ γένοιτ' ἂν ὡμολογῆσθαι νομίζω. Ἀλλ' εἴπερ ἦν ὅλως καὶ διειπεῖν δύνασθαι σοφοῦντος Θεοῦ, τίς ἂν ἦν ὁ ἀκροασόμενος ἤγουν συνιέναι τὰ οὕτως ἰσχνά—μᾶλλον δὲ καὶ ὑπὲρ νοῦν—οἷός τε ὤν; Καίτοι καὶ αὐτῆς τῆς Ἑλλήνων ἀμαθίας κατόπιν ὄντας εὑρήσομεν τοὺς κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν καὶ ἡ τοῦ πανσόφου Μωσέως ἐπράττετο συγγραφή· ἐκεῖνοι μὲν γὰρ ἀφ' ὧν ἦν δύνασθαι τὴν τοῦ Θεοῦ δόξαν διειδέναι σαφῶς, διὰ τούτων αὐτῶν ἁλοῖεν ἂν εἰς τὸ τῆς ἐσχάτης ἁπασῶν ἀβελτηρίας πεσόντες βάραθρον. Ὡς γὰρ δή φησιν ἡ θεόπνευστος Γραφή, ἐχρῆν δήπου τοὺς πάλαι τὸν τῶν ὅλων δημιουργὸν καὶ τεχνίτην ἀπὸ καλλονῆς κτισμάτων ἐννοεῖν· οἱ δὲ πρὸς τοῦτο κατῴχοντο δυσβουλίας ὥστε καὶ ἐξ ὧν ἦν εἰκὸς ἐπὶ τὴν τῆς ἀληθείας ἀποφέρεσθαι γνῶσιν, διὰ τούτων αὐτῶν ἁλῶναι παθόντας τὸ προσκεῖσθαι τῷ ψεύδει. Γένοιτο δ' ἂν καὶ τούτου μάρτυς πιστὸς ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς. «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰ τὸ εἶναι αὐτοὺς ἀναπολογήτους διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλὰ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.»