Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.22
Not analysed yet
Καὶ τοῦτο μὲν ἂν πρέποι τοῖς τὴν ἀγελαίαν καὶ συρφετώδη καὶ ἀλόγιστον πάντως ψευδολατρείαν ἐξευρηκόσιν, ὁποῖοί τινες ἦσαν, ὡς ἔφην, οἱ πρὸς οὓς ὁ τοῦ πανσόφου Μωσέως πεποίηται λόγος· ὅτι δὲ τῆς εἰς λῆξιν ἡκούσης ἐμβροντησίας ἀνάπλεῳ γεγονότες καταφωραθεῖεν ἄν, ἀμογητὶ κατοψόμεθα τὴν τῶν μετ' αὐτοὺς πολυπραγμονήσαντες δόξαν. Ἔφη γάρ που περὶ αὐτῶν ἰσχνὸς ὢν ἄγαν ὁ Πλούταρχος ἐν τῷ πρώτῳ βιβλίῳ ‘Φυσικῶν δογμάτων’ συναγωγῆς· «Ἔλαβον δὲ ἐκ τούτου ἔννοιαν Θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσι καὶ κατὰ τόπους τοὺς αὐτούς»· καὶ πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ· «Ὁρίζονται δὲ τὴν τοῦ Θεοῦ ἔννοιαν οὕτως· πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δὲ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. Ἔσχον δὲ ἔννοιαν τούτου πρῶτον μὲν ἀπὸ τοῦ κάλλους τῶν ἐμφαινομένων προσβαλόντες ὡς οὐδὲν τῶν καλῶν εἰκῇ καὶ ὡς ἔτυχε γίνεται, ἀλλὰ μετά τινος τέχνης δημιουργούσης.» Προσεποίσω δὲ τούτοις ἃ γέγραγε πότε καὶ ὁ Τρισμέγιστος Ἑρμῆς ‘Πρὸς τὸν ἑαυτοῦ Νοῦν’ (ὀνομάζεται γὰρ ὡδὶ τὸ βιβλίον)· «Εἶτα, φῄς, ἀόρατος ὁ Θεός; Εὐφήμησον. Καὶ τίς αὐτοῦ φανερώτερος; Διὰ τοῦτο πεποίηκεν ἵνα διὰ πάντων τις αὐτὸν βλέπῃ. Τοῦτό ἐστι τὸ ἀγαθὸν τοῦ Θεοῦ, τοῦτο ἡ ἀρετή, τὸ αὐτὸν φαίνεσθαι διὰ πάντων.»