Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.23
Not analysed yet
Ὁμολογοῦντα δὲ τούτοις καὶ αὐτὸν ὀψόμεθα τὸν τῆς εὐαγοῦς ἡμῶν θρησκείας κατήγορον Ἰουλιανόν. Διισχυρίζεται μὲν γὰρ ὡς ἀδίδακτόν τι χρῆμα καὶ αὐτομαθὲς ἀνθρώποις τὸ εἰδέναι Θεόν, φησὶ δὲ οὕτως· ΙΟΥΛΙΑΝΟΣ Ὅτι δὲ οὐ διδακτὸν ἀλλὰ φύσει τοῦτο τοῖς ἀνθρώποις ὑπάρχει, τεκμήριον ἡμῖν ἔστω πρῶτον ἡ κοινὴ πάντων ἀνθρώπων ἰδίᾳ καὶ δημοσίᾳ καὶ κατ' ἄνδρα καὶ ἔθνη περὶ τὸ θεῖον προθυμία. Ἅπαντες μὲν γὰρ ἀδιδάκτως θεῖόν τι πεπιστεύκαμεν, ὑπὲρ οὗ τὸ μὲν ἀκριβὲς οὔτε πᾶσι ῥᾴδιον οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντα δυνατόν. Καὶ μεθ' ἕτερα πάλιν· «Ταύτῃ δὴ τῇ κοινῇ πάντων ἀνθρώπων ἐννοίᾳ πρόσεστι καὶ ἄλλη· πάντες γὰρ ἄνθρωποι οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ φαινομένοις θεοῖς οὕτω δή τι φυσικῶς προσηρτήμεθα ὡς καὶ εἴ τις ἄλλον ὑπέλαβε παρ' αὐτοὺς τὸν Θεόν, οἰκητήριον αὐτῷ πάντως τὸν οὐρανὸν ἀπένειμεν, οὐκ ἀποστήσας αὐτὸν τῆς γῆς, ἀλλ' οἷον ὡς εἰς τιμιώτερον τοῦ παντὸς ἐκεῖνο τὸν βασιλέα καθίσας τῶν ὅλων, ἐφορᾶν ἐκεῖθεν ὑπολαμβάνων τὰ τῇδε.» ΚΥΡΙΛΛΟΣ Ἄθρει δὴ οὖν ὅπως οἱ τὴν παχεῖαν καὶ ἀγυρτώδη καί, ἵν' οὕτως εἴπω, βαναυσικὴν οὐκ ἀνασχόμενοι πλάνην, καὶ τῆς τῶν ἀγελαίων ἀποφοιτήσαντες δόξης, οὐκ ἠμοιρήκασι παντελῶς τῆς ἀληθοῦς ἐννοίας περὶ Θεοῦ, κατετεκμήραντο δὲ τίς τε καὶ ὅση τῆς ἐνούσης αὐτῷ δυνάμεως ἡ ὑπεροχή, ὡς καὶ θεσμοῖς εὐταξίας τὴν οὕτω μεγάλην καὶ ἀξιάγαστον κτίσιν ὑπενεγκεῖν.