Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.24
Not analysed yet
Οἵ γε μὴν ἕτεροι, περὶ ὧν ὁ λόγος, οὔτε Θεὸν ἐγνώκασι διὰ τῶν κτισμάτων, ἀλλὰ γὰρ ἦσαν οὕτως ἐμβρόντητοι, καὶ φρενὸς ἔξω γεγόνασιν ἀνθρωποπρεποῦς, ὡς μὴ μόνον οὐρανῷ καὶ γῇ καὶ σελήνῃ καὶ τοῖς ἑτέροις τῶν ἄστρων ἑλέσθαι προσκυνεῖν, ἀλλὰ γὰρ καὶ ἐν σηκοῖς εἴδη πολύμορφα καθιδρῦσαι, ἐγχαράξαι τε μορφὰς αὐτοῖς οὐκ ἀνθρωπείας μόνον, ἀλλὰ καὶ ζῴων ἀλόγων καὶ πτηνῶν καὶ ἑρπετῶν, καὶ ‘θεοὺς’ αὐτὰ καὶ ‘σωτῆρας’ ἀποκαλεῖν. Εἶτα πῶς οὐκ ἂν ἀγάσαιτό τις τῆς μωσαϊκῆς εὐτεχνίας, περίεργον μὲν ἢ βαθὺ καὶ οὐκ εὐπαράδεκτον τοῖς τὸ τηνικάδε λαλούσης οὐδέν, ἐκεῖνα δὲ μᾶλλον τὰ δι' ὧν ἦν δύνασθαι μεταφοιτᾶν αὐτοὺς ἐπὶ τὸ ἔχον ὀρθῶς καὶ ἀπευθύνειν εἰδὸς εἰς ἀμώμητον δόξαν, τὴν ἐπί γε, φημί, τῷ πάντων κρατοῦντι Θεῷ; Εἶτα τοὺς μὲν τῶν μειρακίων διδασκάλους ἐπαινέσαι τις ἂν καὶ μάλα εἰκότως συγκαθισταμένους αὐτῶν ταῖς γνώμαις, καὶ χειραγωγοῦντας κατὰ βραχὺ πρὸς τὸ δύνασθαί τι τῶν ἀπορρήτων ἰδεῖν, οὐδὲν δὲ αὐτοῖς τῶν ἄγαν ἐξησκημένων καὶ ἀνάντη πως ἐχόντων τὴν προσβολὴν παρατιθέντας ἐν ἀρχαῖς, πεπραχότα δὲ τοῦτο Μωσέα τὸν ἱερώτατον οὐκ ἐπαίνου παντὸς ἀξιώσομεν; Εἰ δέ σοι δοκεῖ τῶν ἀναγκαίων εἰπεῖν οὐδέν, βούλει τῶν σοι φιλτάτων ἁψώμεθα μαθημάτων; Πολυπραγμονήσωμεν ὡς ἔνι τῆς Ἡσιόδου ‘Θεογονίας’ τὸ ἀκριβές.