Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.25
Not analysed yet
Σκήπτεται μὲν γὰρ τὸ θεοκλυτεῖν, καὶ τὸ μουσόληπτος εἶναι δοκεῖν προσνενεμηκὼς ἑαυτῷ ὡς μέγα τι χρῆμα καὶ ἀξιέραστον. «Εἴπατε (φησί) δ' ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο, Καὶ ποταμοί, καὶ πόντος ἀπείριτος οἴδματι θύων, Ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν.» Εἶτα χάος καὶ νύκτα γενέσθαι λέγων καὶ τίνα τρόπον οὐκ ἐπειπών· «Γαῖα (φησί) δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ Οὐρανὸν ἀστερόενθ', ἵνα μιν περὶ πάντα καλύπτοι.» Καὶ Γῆς τέκνον ἀποφήνας τὸν Οὐρανόν, ὅτι καὶ θαλάσσας τέτοκεν Οὐρανῷ παρευνηθεῖσα, «Κοῖόν τε καὶ Κρῖόν θ' Ὑπερίονά τ' Ἰαπετόν τε» καὶ Θείαν καὶ Ῥεῖαν καὶ Θέμιν καὶ Μνημοσύνην, Φοίβην τε πρὸς ταύταις, ἣν καὶ ‘χρυσοστέφανον’ ὀνομάζει, καὶ μέντοι τὴν Τηθύν, ὁπλότατον δὲ πάντων γενέσθαι φησὶ τὸν Κρόνον· εἶτα τούτοις ἐπάγει συρφετούς τινας εἰκαίων καὶ ἀσυστάτων διηγημάτων. Ἀλλ' ἴσως ἐρεῖ τὸν ποιητοῦ νόμον μυθοπλαστῆσαι ταυτὶ τὸν Ἡσίοδον· ἐπερυθριᾷ γὰρ ἴσως τοῖς αὐτοῦ διηγήμασιν. Αἰτιᾶται τοιγαροῦν ἀνθ' ὅτου τὸν ἱεροφάντην Μωσέα, σαφῆ καὶ ἀπλανεστάτην καὶ διηγημάτων ἀληθῶν συντεθεικότα συγγραφήν; Πεποιῆσθαι γὰρ ἔφη παρὰ τοῦ Θεοῦ τόν τε οὐρανὸν καὶ τὴν γῆν, ἥλιόν τε καὶ σελήνην, ἄστρα καὶ φῶς, πτηνὰ καὶ νηκτά, καὶ ζῴων ἀλόγων εἴδη, καὶ κάλλη φυτῶν, καρπούς τε ἐδωδίμους, καὶ πόας τὰς ἐν ἀγροῖς.